Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
jabonera | stroúthion στρούθιον |
Saponaria officinalis L. |
2.163 |
σϟβ (292)
Texto provisional
περὶ στρουθίου· στρούθιον [οἱ δὲ κέδρον, οἱ δὲ κάθαρσις, οἱ δὲ
στρουθοκάμηλος, οἱ δὲ χαμαίρρυτον, προφῆται χαλίρρυτον, Ῥωμαῖοι ῥάδιξ σανάρια, οἱ δὲ ἕρβα λανάρια, Αἰγύπτιοι οἰνώ, Ἄφροι σοιρίς.] ᾧ οἱ ἐριοπλύται χρῶνται πρὸς κάθαρ σιν τῶν ἐρίων, γνώριμόν ἐστιν, οὗ ἡ ῥίζα δριμεῖα καὶ οὐρητική, βοηθοῦσα ἡπατικοῖς, βηξίν, ὀρθοπνοίαις, ἰκτέρῳ σὺν μέλιτι κοχλιαρίου πλῆθος λαμβανομένη, κοιλίαν τε ὑπάγει. σὺν δὲ πάνακι καὶ καππάρεως ῥίζῃ λημφθὲν λίθους θρύπτει καὶ ἐξουρεῖν ποιεῖ καὶ σπλῆνα ἐσκιρρωμένον τήκει, προστεθὲν δὲ ἔμμηνα ἄγει καὶ ἔμβρυα φθείρει ἐνεργῶς, σὺν ἀλφίτῳ δὲ καὶ ὄξει καταπλασθὲν λέπρας αἴρει· διαφορεῖ καὶ τὰ φύματα σὺν ἀλεύρῳ κριθίνῳ καὶ οἴνῳ ἑψηθέν. μείγνυται δὲ καὶ κολλυρίοις ὀξυδερκέσι καὶ μαλάγμασι· κινεῖ δὲ καὶ πταρμούς, καὶ εἰς τὰς ῥῖνας δὲ ἐγχεόμενον λεῖον μετὰ μέλιτος καθαίρει διὰ στόματος.