Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
opérculo de cañadilla | ónyx ὄνυξ |
Bolinus brandaris |
2.8 |
ρλζ (137)
περὶ ὄνυχος· ὄνυξ ἐστὶ πῶμα κογχυλίου, ὅμοιον τῷ τῆς πορφύρας, εὑρισκόμενον ἐν τῇ
ἰνδίᾳ ἐν ταῖς ναρδοφόροις λίμναις· διὸ καὶ ἀρωματίζει νεμομένων τῶν κογχυλίων τὴν νάρδον.
συλλέγεται δὲ ἐπειδὰν ὑπὸ τῶν αὐχμῶν ἀναξηρανθῶσιν αἱ λίμναι. διαφέρει δὲ ὁ ἀπὸ
τῆς ἐρυθρᾶς κομιζόμενος, ὑπόλευκος ὢν καὶ λιπαρός·μέλας δὲ ὁ βαβυλώνιος καὶ μικρό-
τερος. ἀμφότεροι δὲ εὐώδεις θυμιώμενοι, καστορίζοντες ποσῶς τῇ ὀσμῇ. θυμιώμενοι δὲ
οὗτοι ἐγείρουσι [1] τὰς ὑστερικῶς πνιγομένας καὶ ἐπιλημπτικούς, ποθέντες δὲ κοιλίαν μαλάσσου-
σιν. αὐτὸ δὲ τὸ κογχύλιον καὲν ποιεῖ ὅσα καὶ ἡ πορφύρα καὶ ὁ κῆρυξ.