Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sen de la India | pseudokassía ψευδοκασσία |
Cassia angustifolia Vahl. |
1.13.2 |
fol. fol.
ιδ (14)
περὶ ψευδοκασσίας· ἔστι δέ τις καὶ ψευδοκασσία ἀφάτως
ἐμφερής, ἥτις ἐλέγχεται τῇ γεύσει, οὐκ οὖσα δριμεῖα οὐδὲ ἀρωματώδης, προ-
σεχόμενόν τε τὸν φλοιὸν ἔχει τῇ ἐντεριώνῃ. εὑρίσκεται δέ [τις] καὶ πλατεῖα σύριγξ,
ἁπαλή, κούφη, εὐερνής, διαφέρουσα δὲ τῆς ἄλλης. ἀποδοκιμάζουσι [1] δὲ τὴν
ὑπόλευκον καὶ ψωρώδη, πρασίζουσαν ἐν τῇ ὀσμῇ καὶ τὴν μὴ ἔχουσαν δὲ τὴν σύριγ-
γα παχεῖαν, ψωρώδη δὲ καὶ λεπτήν. δύναμιν δὲ ἔχει θερμαντικήν, [καὶ] οὐρητικήν,
ξηραντικήν, στύφουσαν πραέως. ἁρμόζει δὲ εἰς τὰ πρὸς ὀξυδερκίαν ὀφθαλμικὰ
καὶ μαλάγματα, φακούς τε αἴρει μετὰ μέλιτος καταχριομένη, καὶ ἔμμηνα ἄγει καὶ
fol. fol.
ἐχιοδήκτοις βοηθεῖ πινομένη καὶ πρὸς τὰς ἐντὸς φλεγμονὰς πάσας ποθεῖσα καὶ
πρὸς νεφρούς, εἰς ἐγκαθίσματά τε καὶ ὑποθυμιάματα γυναιξὶ πρὸς ἀνευρυσμὸν
μήτρας. διπλάσιον δὲ αὐτῆς μειγνύμενον τοῖς φαρμάκοις, εἰ μὴ παρείη κινάμωμον,
τὸ αὐτὸ [γὰρ] δρᾷ, ἄγαν τέ ἐστι πολύχρηστος.