Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
xilobálsamo | xylobálsamon ξυλοβάλσαμον |
Commiphora opobalsamum Engl. |
1.19.3 |
fol. fol.
κ (20)
περὶ ξυλοβαλσάμου· τὸ δὲ ξύλον
ἑαυτοῦ ὃ καλεῖται [1] ξυλοβάλσαμον δόκιμόν ἐστι τὸ πρόσφατον καὶ λεπτόκαρφον καὶ
πυ<ρ>ρόν, εὐῶδες, βραχὺ πνέον ὀποβαλσάμου. τοῦ δὲ καρποῦ, καὶ γὰρ τούτου ἡ χρῆσις
fol. fol.
ἀναγκαία, ἐκλέγου τὸν ξανθόν, πλήρη, μέγαν, βαρύν, δάκνοντα τὴν γεῦσιν καὶ
πυροῦντα, μετρίως παραπνέοντα τοῦ ὀποβαλσάμου. φέρεται δέ τι ἀπὸ τῆς πέ-
τρας, ᾧ δολίζουσι τὸν καρπόν, σπέρμα ὑπερικῷ ὅμοιον, ὅπερ γνώσῃ ἐκ τοῦ μεῖζόν τὶ [2] εἶναι
καὶ κενὸν καὶ ἀδύναμον, πεπερίζον τῇ γεύσει. {4} δύναμιν δὲ ἔχει ἐνεργεστάτην ὁ ὀπὸς
θερμαντικώτατος ὤν, σμήχων τὰ ἐπισκοτοῦντα ταῖς κόραις καὶ τὰς περὶ μήτραν ψύ-
ξεις ἰώμενος, προστιθέμενος μετὰ ῥοδίνης κηρωτῆς. ἄγει δὲ [καὶ ἔμμηνα] καὶ δεύ-
τερα καὶ ἔμβρυα, καὶ ῥίγη συγχρισθεὶς λύει· καθαίρει δὲ καὶ τὰ ῥυπαρὰ τῶν ἑλ-
κῶν. ἔστι δὲ καὶ πεπτικὸς καὶ οὐρητικὸς πινόμενος, δυσπνοοῦσιν ἁρμόζων καὶ
τοῖς ἀκόνιτον πεπoκόσι [3] μετὰ γάλακτος καὶ θηριοδήκτοις· μίγνυται δὲ καὶ ἀκόποις
καὶ μαλάγμασι καὶ ἀντιδότοις, καὶ καθόλου δραστικoτάτην [4] ἔχει τὴν δύναμιν ὁ ὀπὸς
τοῦ βαλσάμου, δευτέρως [5] δὲ ὁ καρπός, ἐλαχίστην δὲ τὸ ξύλον. {5} ὁ δὲ καρπὸς πινόμενος ἁρμό-
ζει πλευριτικοῖς, περιπνευμονικοῖς, βήσσουσιν, ἰσχιαδικοῖς, ἐπιλημπτικοῖς, σκο-
τωματικοῖς, ὀρθοπνοικοῖς, στροφουμένοις, δυσουροῦσι, θηριοδήκτοις, καὶ εἰς τὰ
γυναικεῖα δὲ ὑποθυμιάματα εὐθετεῖ καὶ εἰς ἐγκαθίσματα ἀφεψόμενος, ἀναστομοῖ [6]
τὴν μήτραν καὶ ἐπισπᾶται [7] ὑγρασίαν. τὸ δὲ ξύλον τὴν αὐτὴν ἔχει δύναμιν τῷ καρπῷ,
ἥσσονα μέντοι. βοηθεῖ δὲ ἀφεψηθὲν <ἐν> ὕδατι καὶ πινόμενον ἀπεψίαις, στρόφοις,
θηριοδήκτοις, σπωμένοις, οὖρά τε ἄγει καὶ πρὸς τὰ ἐν <τῇ> κεφαλῇ τραύματα μετὰ ἴριδος
ἁρμόζει ξηρᾶς· ἀνάγει δὲ καὶ λεπίδας. μ<ε>ίγνυται δὲ καὶ εἰς τὰ τῶν μύρων στύμματα.