Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
escama de cobre | lepís λεπίς |
- | 5.78 |
fol. fol.
ψμδ (744)
Texto provisional
<περὶ λεπίδος·>
λεπὶς δὲ ἡ μὲν ἐκ τῶν Κυπρίων μετάλλων παχεῖα, καλουμένη δὲ ἡλῖτις, καλή· φαύλη δὲ ἡ ἐκ τοῦ λευκοῦ χαλκοῦ, λεπτὴ καὶ ἀσθενὴς ὑπάρχουσα, ἣν ἀποδοκιμάζομεν, ἐγκρίνοντες τὴν παχεῖαν καὶ ἔγκιρρον καὶ ὄξους ἐπιρραινομένου ἰουμένην. δύναμιν δὲ ἔχει στυπτικήν, σταλτικήν, λεπτυντικήν, σηπτικήν, νομῶν ἐφεκτικήν, ἀπουλωτικήν· πινομένη δὲ μετὰ μελικράτου ὕδωρ ἄγει. {2} τινὲς δὲ φυρῶντες αὐτὴν μετὰ ἀλεύρου ἐν καταποτίῳ διδόασι. μείγνυται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσι, ξηραίνουσα <τὰ> ῥεύματα καὶ βλέφαρα τραχέα ἀποτήκουσα. {3} πλύνεται δὲ οὕτως· καθάρας τῆς ξηρᾶς λεπίδος ἡμιμναῖον βάλε εἰς θυίαν μεθ᾽ ὕδατος διαυγοῦς, καὶ συναναταράξας τῇ χειρὶ ἐπιμελῶς, ἄχρι ἂν ὑποστῇ ἡ λεπίς, ἀφαίρει τὰ ἐφεστῶτα, ἀποχέας τε τὸ ὕδωρ ἐπίχει ὀμβρίου ὕδατος κύαθον ἕνα, πλατείᾳ τε τῇ χειρὶ τρῖβε εὐτόνως πρὸς τῇ θυίᾳ οἱονεὶ ἀποψώχων. {4} ἐπὰν [1] δὲ
fol. fol.
ἄρξηται ἀνιέναι τινὰ γλισχρότητα, κατὰ μικρὸν ὕδωρ προσεπίχει ἄχρι κυάθων ἓξ τρίβων συντόνως, ἀναλαβών τε τὴν λεπίδα τῇ χειρὶ ὡς πρὸς τὸ πλευρὸν τῆς θυίας τρῖβε εὐτόνως, καὶ ἐξιπώσας ἀνελοῦ τὸ ἀπορρυὲν εἰς πυξίδα ἐρυθροῦ χαλκοῦ· τοῦτο γάρ ἐστι τὸ ὥσπερ ἄνθος τῆς λεπίδος καὶ εὔτονον τῇ δυνάμει καὶ εὐθετοῦν εἰς τὰ ὀφθαλμικά, τὸ δὲ λοιπὸν ἄτονον. {5} καὶ τὸ καταλειφθὲν δὲ ὁμοίως πλύνων ἀναιροῦ, ἄχρι ἂν μηδεμίαν γλισχρότητα ἀποκρίνῃ, τὸ δὲ λοιπὸν δεῖ σκεπάσαντα ὀθονίῳ ἐᾶσαι ἀκίνητον ἐπὶ δύο ἡμέρας, εἶτα ἀποχέαντα τὸ ἐφεστηκὸς ὕδωρ καὶ ξηράναντα ἀποτίθεσθαι εἰς πυξίδα. ἔνιοι δὲ καὶ ταύτην πλύνουσιν ὡς τὴν καδμείαν καὶ ἀποτίθενται.