Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
grama | ágrōstis ἄγρωστις |
Cynodon dactylon Pers. |
4.29 |
φβ (502)
Texto provisional
ἄγρωστις· [οἱ δὲ αἰγικόν, οἱ δὲ ἁμαξῖτις,] γινώσκεται· κλημάτια γονατώδη, ἕρποντα ἐπὶ γῆς καὶ ἀπὸ τῶν κλάδων προϊέμενα ῥίζας γονατώδεις, γλυκείας, φύλλα ὀξέα, σκληρά, πλατέα ὡς καλάμου μικροῦ, τρέφοντα βόας καὶ κτήνη. ταύτης ἡ ῥίζα καταπλασσομένη λεία τραύματα κολλᾷ· τὸ δὲ ἀφέψημα αὐτῆς πινόμενον ποιεῖ πρὸς στρόφους καὶ δυσουρίας καὶ τὰ περὶ κύστιν ἕλκη καὶ λίθους θρύπτει.