Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
agerato | agēraton ἀγήρατον |
Achillea ageratum L. |
4.58 |
φλ (530)
Texto provisional
ἀγήρατον· θάμνος φρυγανώδης, δισπίθαμος, ταπεινός, ἁπλοῦς, ἐμφερὴς μάλιστα ὀριγάνῳ, σκιάδιον ἔχων, ἐφ᾽ οὗ ἄνθος πομφολυγῶδες, χρυσοειδές, ἔλαττον δ᾽ ἑλιχρύσου. ὠνόμασται δὲ ἀγήρατον διὰ τὸ πρὸς τὸ πολὺ τὸ ἄνθος ὁμοειδὲς φυλάττεσθαι. δύναμιν δὲ ἔχει τὸ ἀφέψημα αὐτῆς πυριωμένην, καὶ αὐτὴ ἡ πόα ὑποθυμιωμένη οὖρα ἄγειν καὶ τὰ περὶ ὑστέραν μαλάττειν.