Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
madreselva | periklýmenon περικλύμενον |
Lonicera etrusca L. |
4.14 |
υπϚ (486)
Texto provisional
περικλύμενον· [οἱ δὲ αἰγίνη, οἱ δὲ κλύμενον, οἱ δὲ κάρπαθον,] οἱ δὲ σπλήνιον, [οἱ δὲ ἡπατῖτις, οἱ δὲ ἑλξίνη μείζων, οἱ δὲ κληματῖτις, οἱ δὲ <ἀ>μερσίνη, οἱ δὲ καλυκάνθεμον, προφῆται πιλίον Ἀφροδίτης, Αἰγύπτιοι τουκού, Ἄφροι λαυάθ, Ῥωμαῖοι βούλουκρουμ μάϊους.] θαμνίσκος ἐστὶν ἁπλοῦς, ἔχων ἐκ διαστήματος φυλλάρια περιειληφότα αὐτόν, ὑπόλευκα, κισσοειδῆ καὶ παρὰ τὰ φύλλα ἐκβλαστήσεις, ἐφ᾽ ὧν καρπὸς κισσῷ παραπλήσιος, οἱονεὶ ἐπικείμενος τῷ φύλλῳ, σκληρὸς καὶ δυσαπόσπαστος, ῥίζα παχεῖα· φύεται ἐν ἀρούραις καὶ φραγμοῖς, περιελίττεταί τε τοῖς πλησιάζουσι θάμνοις. {2} τούτου ὁ καρπὸς πέπειρος συλλεγεὶς καὶ ξηρανθεὶς ἐν σκιᾷ πίνεται μετ᾽ οἴνου δραχμῆς μιᾶς ὁλκὴ ἐπὶ ἡμέρας τεσσαράκοντα καὶ σπλῆνα ἐκτήκει καὶ κόπον λύει καὶ ὀρθόπνοιαν ὠφελεῖ καὶ λυγμόν, οὖρόν τε ἄγει ἀπὸ τῆς ἕκτης ἡμέρας αἱματῶδες· ἔστι δὲ καὶ ὠκυτόκιος. τὴν αὐτὴν δὲ καὶ τὰ φύλλα δύναμιν ἔχει· ἐπὶ ἡμέρας δὲ τριάκοντα ἑπτὰ ποθέντα ἀγόνους ποιεῖν ἱστορεῖται, συναλειφόμενα δὲ μετ᾽ ἐλαίου ἐπὶ τῶν περιόδων τὰ φρικία παραιτεῖται.