Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
estafisagria | staphís agría σταφὶς ἀγρία |
Delphinium staphisagria L. |
4.152 |
χκζ (627)
Texto provisional
σταφὶς ἀγρία· [οἱ δὲ τρίφυλλον, οἱ δὲ στήσιον, οἱ δὲ ἀσταφίς, οἱ δὲ φθειροκτόνον, οἱ δὲ φθείριον, οἱ δὲ ἀπάνθρωπον, οἱ δὲ πολύειδος, οἱ δὲ ψευδοπαθές, οἱ δὲ ἀρσενωπή, οἱ δὲ ἀρνοπολέμιον, Αἰγύπτιοι ἴβι<ο>ς ἀοιδή, Ῥωμαῖοι ἕρβα πηδουκουλάρια.] φύλλα μὲν ἔχει ὥσπερ ἀμπέλου ἀγρίας ἐπεσχισμένα, καυλία ὀρθά, μέλανα· τὸ δὲ ἄνθος φέρει ἰσάτει ὅμοιον, τὸν δὲ καρπὸν ἐν θυλακίοις χλωροῖς ὥσπερ ἐρεβίνθου, τρίγωνον, τραχύν, ὑπόκιρρον ἐν τῷ μέλανι, τὰ δὲ ἔνδον λευκόν, γευσαμένῳ δριμύν. τούτου κόκκους δέκα πέντε, ἐάν τις δῷ λεάνας ἐν μελικράτῳ, καθαίρει δι᾽ ἐμέτων πάχη· περιπατείτωσαν δὲ οἱ πεπωκότες. δεῖ μέντοι προσέχειν συνεχῶς μελίκρατον διδόντας διὰ τὸ ἐπιφέρειν τοὺς κατὰ πνιγμὸν κινδύνους καὶ καίειν τὴν φάρυγγα. {2} ἁρμόζει δὲ τριφθεὶς καθ᾽ ἑαυτὸν καὶ μετὰ σανδαράκης καὶ ἐλαίῳ συγχρισθεὶς πρὸς φθειριάσεις καὶ κνησμοὺς καὶ ψώρας, διαμασηθεὶς δὲ φλέγμα ἄγει πλεῖστον καὶ ὀδονταλγίας ὠφελεῖ ἐν ὄξει ἑψηθεὶς καὶ διακλυζόμενος, καὶ οὖλα ῥευματιζόμενα ἵστησι καὶ ἄφθας τὰς ἐν στόματι θεραπεύει μετὰ μέλιτος· μείγνυται καὶ τοῖς πυρωτικοῖς μαλάγμασιν.