Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
rosa | rhódon ῥόδον |
Rosa gallica L. |
1.99 |
fol. fol.
ϟθ (99)
περὶ ῥόδου· ῥόδον [1] [ἢ ῥόσα, ῥω-
μαῖοι ῥόσα]. ψύχει, στύφει, τὰ δὲ ξηρὰ μᾶλλον στύφει. χυλίζειν δὲ δεῖ τὰ ἁπαλὰ ἀποψαλλίσαντας [2] τὸν
ὄνυχα καλούμενον, ὅπερ ἐστὶ τὸ λευκὸν τὸ ἐν τῷ φύλλῳ, τὸ δὲ λοιπὸν ἐκθλίβειν καὶ τρίβειν [ἐν σκιᾷ] ἐν θυίᾳ,
ἄχρις οὗ συστραφῇ, οὕτως τε ἀποτίθεσθαι εἰς τὰς ὀφθαλμικὰς περιχρίσεις. ξηραίνεται δὲ τὰ φύλλα ἐν σκιᾷ
fol. fol.
συνεχῶς στρεφόμενα, ἵνα μὴ εὐρωτιάσῃ. ποιεῖ δὲ τῶν ξηρῶν ἑψηθέντων ἐν οἴνῳ τὸ ἀπόθλιμ-
μα πρὸς ἄλγημα κεφαλῆς, ὀφθαλμῶν, ὤτων, οὔλων, δακτύλων [3] ἀπευθυσμένου, [ἐν-
τέρου,] μήτρας πτερῷ ἐγχριόμενον καὶ προσκλυζόμενον. {2} αὐτὰ δὲ δίχα τοῦ ἐκθλιβῆναι
κοπέντα ποιεῖ ἐπιπλασσόμενα. <ποιεῖ> πρὸς ὑποχονδρίων φλεγμονὰς καὶ στομάχου πλάδον
καὶ <πρὸς> ἐρυσιπέλατα. ξηρὰ δὲ λεία παραμηρίοις προσπάσσεται καὶ ἀνθηραῖς καὶ τραυ-
ματικαῖς <καὶ> ἀντιδότοις μίγνυται· καίεται δὲ καὶ εἰς τὰ καλλιβλέφαρα. τὸ δὲ ἐν μέσοις τοῖς ῥόδοις
εὑρισκόμενον ἄνθος πρὸς οὔλων ῥευματισμοὺς ξηρὸν προσπασθὲν ποιεῖ. <καὶ> αἱ κεφαλαὶ δὲ
ποθεῖσαι κοιλίαν ῥέουσαν καὶ αἵματος ἀναγωγὴν ἐπέχουσιν.