Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cardo corredor | ērýngion ἠρύγγιον |
Eryngium campestre L. |
3.21 |
τλε (335)
Texto provisional
ἐρύγγιον, [οἱ δὲ ἠρύγγην, οἱ δὲ Γοργόνιον, οἱ δὲ ἐρυγηρίς, οἱ δὲ κάρυον, οἱ δὲ ὄργανον χλούνιον, οἱ δὲ ἕρμ<α>ιον, οἱ δὲ μυράκανθον, οἱ δὲ μῶλυ, Αἰγύπτιοι κρόβισος, προφῆται ἱμερτός, οἱ δὲ τραυλίζων, Ῥωμαῖοι καπίτουλουμ κάρδους, οἱ δὲ κάρδους τέρραι, οἱ δὲ Μουσάρουμ κάρδους, οἱ δὲ ἰρουνδινίνα κάρδους, οἱ δὲ κάρδους ἄλβους, Δάκοι σικουπνούξ, Σπάνοι κεντουμκάπιτα, οἱ δὲ ἐσκάρια, οἱ δὲ † λεβεννάτα, Ἄφροι χέρδαν, οἱ δὲ χίδα.] οἱ δὲ κάρυον, οἱ δὲ ἠρύγγιον καλοῦσι. τῶν ἀκανθωδῶν ἐστιν, ἧς ἐν ἀρχῇ τὰ φύλλα λαχανεύεται εἰς ἁλμαίας συντιθέμενα· ἔστι δὲ πλατέα, τραχέα τοῖς πέριξ, ἀρωματίζοντα τῇ γεύσει, αὐξόμενα δὲ ἀκανθοῦται κατὰ πλείονας ἐξοχὰς καυλῶν, ἐφ᾽ ὧν κατὰ τὰ ἄκρα κεφάλιά ἐστι σφαιροειδῆ, ἀκάνθας περικείμενα ὥσπερ ἀστὴρ κύκλῳ ὀξυτάτας, σκληράς, ὧν τὸ χρῶμα χλωρὸν ἢ λευκόν, ἐνίοτε δὲ καὶ κυανοῦν εὑρίσκεται. {2} ῥίζα δὲ ἐπιμήκης, πλατεῖα, μέλαινα κατὰ τὴν ἐπιφάνειαν, ἔνδοθεν λευκή, δακτύλου μεγάλου τὸ πάχος, καὶ αὐτὴ εὐώδης καὶ ἀρωματίζουσα. φύεται ἐν πεδίοις καὶ τραχέσι τόποις. δύναμιν δὲ ἔχει θερμαντικήν· πινομένη δὲ ἄγει οὖρα καὶ ἔμμηνα καὶ στρόφους καὶ ἐμπνευματώσεις λύει, ἡπατικοῖς δὲ καὶ θηριοδήκτοις καὶ θανασίμοις ἁρμόζει σὺν οἴνῳ· πίνεται δὲ πρὸς τὰ πλεῖστα σὺν σταφυλίνου σπέρματι δραχμῆς μιᾶς τὸ πλῆθος. ἱστορεῖται δ᾽ ὅτι περιαπτομένη διαφορεῖ φύματα καὶ καταπλασσομένη.