Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
escila | hyákinthos ὑάκινθος |
Scilla sp. |
4.62 |
φλδ (534)
Texto provisional
ὑάκινθος· [οἱ δὲ Ἑλικωνιάς, οἱ δὲ πορφυρανθές, Ῥωμαῖοι βάκκουμ, οἱ δὲ οὐακκίνιουμ.] φύλλα ἔχει ὅμοια βολβῷ, καυλὸν σπιθαμιαῖον, λεῖον, λεπτότερον μικροῦ δακτύλου, χλωρόν, κόμην ἐπικειμένην κυρτήν, ἄνθους πλήρη πορφυροειδοῦς, ῥίζαν καὶ αὐτὴν ἐμφερῆ βολβῷ, ἥτις σὺν οἴνῳ καταπλασθεῖσα λευκῷ ἐπὶ παίδων ἀνήβους τηρεῖν πεπίστευται· ἵστησι δὲ καὶ κοιλίαν καὶ οὖρα ἄγει ποθεῖσα καὶ φαλαγγιοδήκτους ὠφελεῖ. ὁ δὲ καρπὸς στυπτικώτερος ὢν καὶ αὐτὸς κοιλιακοὺς ὠφελεῖ, ἴκτερόν τε ἀποκαθαίρει σὺν οἴνῳ πινόμενος.