Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pánace | pánax πάναξ |
Opopanax hispidus |
3.48 |
fol. fol.
τξβ (362)
Texto provisional
<περὶ πάνακος· π>άνακες Ἡράκλειον, ἐξ οὗ ὁ ὀποπάναξ συλλέγεται, πλεῖστον γεννᾶται ἐν
τῇ Βοιωτίᾳ καὶ ἐν Ψωφίδι τῆς Ἀρκαδίας, ὥστε καὶ ἐπίτηδες κηπεύεσθαι διὰ τὴν ἐκ τοῦ ὀποῦ πρόσοδον. φύλλα δὲ ἔχει τραχέα, χαμαιπετῆ, χλωρὰ σφόδρα, πρὸς τὰ τῆς συκῆς, ἐν τῷ περιφερεῖ ἐπεσχισμένα πενταμερῶς· καυλὸν δὲ ὥσπερ νάρθηκος, ὑψηλότατον, ἔχοντα χνοῦν λεπτόν, λευκὸν καὶ φύλλα περὶ αὐτὸν μικρότατα· σκιάδιον δ᾽ ἐπ᾽ ἄκρου ὡς ἀνήθου, ἄνθος δὲ μήλινον, σπέρμα εὐῶδες καὶ πυρωτικόν, ῥίζας πλείονας ἐκ μιᾶς ἀρχῆς, λευκάς, βαρυόσμους, παχὺν ἐχούσας τὸν φλοιόν, ὑπόπικρον ἐν τῇ γεύσει. {2} φύεται δὲ καὶ ἐν Κυρήνῃ τῆς Λιβύης καὶ ἐν Μακεδονίᾳ. ὀπίζεται δὲ ἡ ῥίζα ἐπιτεμνομένη ἀρτιβλάστων ὄντων τῶν καυλῶν· ἀνίησι δὲ λευκὸν ὀπόν, ὃς ξηρανθεὶς κατὰ τὴν ἐπιφάνειαν κροκίζει. δέχονται δὲ τὸ ἀπορρέον εἰς φύλλα προϋποτιθέντες εἰς κεκοιλωμένον ἔδαφος, ἀναιροῦνται δὲ ξηρανθέντα·ὀπίζουσι δὲ καὶ τὸν καυλὸν ἐπιτέμνοντες κατὰ τὸν πυραμητὸν καὶ ὁμοίως δεχόμενοι τὸ ἀπορρέον. {3} εἰσὶ δὲ τῶν ῥιζῶν βελτίους αἱ λευκαὶ καὶ ξηραί, τεταναὶ καὶ ἄβρωτοι, πυρώδεις ἐν τῇ γεύσει καὶ ἀρωματίζουσαι· καρπὸς δ᾽ εὔθετος ὁ ἐκ μέσου τοῦ νάρθηκος· ὁ γὰρ ἐκ τῶν παραφυάδων ἐστὶν ἀτροφώτερος. τοῦ δὲ ὀποῦ διαφέρει ὁ πικρότερος τῇ γεύσει, ἔνδοθεν μὲν λευκός, ἔξωθεν δὲ κροκίζων, λεῖος, λιπαρός, εὔθρυπτος, ταχέως δὲ διειμένος, βαρύοσμος· ὁ δὲ μέλας φαῦλος καὶ ὁ μαλακός·δολοῦται γὰρ ἀμμωνιακῷ καὶ κηρῷ. δοκιμάζεται δὲ ὕδατι διατριβόμενος τοῖς δακτύλοις· ὁ γὰρ ἄδολος ἀνίεται καὶ γαλακτοῦται. {4} δύναμις δ᾽ αὐτοῦ ἐστι θερμαντική, λεπτυντική, μαλακτική, ὅθεν ἁρμόζει πρὸς ῥίγη καὶ περιόδους, σπάσματα, ῥήγματα, πλευρᾶς ἀλγήματα, βῆχας, στρόφους, στραγγουρίας, ψώρας τὰς ἐν κύστει σὺν μελικράτῳ ἢ οἴνῳ ποτιζόμενος ἔμμηνά τε ἄγει καὶ ἔμβρυα φθείρει καὶ ἐμπνευματώσεις τὰς ἐν ὑστέρᾳ καὶ σκληρίας διαφορεῖ σὺν μέλιτι ἀνεθείς. ἔστι δὲ καὶ σύγχρισμα ἰσχιάδος· μείγνυται δὲ καὶ ἀκόποις καὶ κεφαλαλγικαῖς δυνάμεσι, περιρρήττει καὶ ἄνθρακας, ἁρμόζει καὶ ποδαγρικοῖς μετὰ σταφίδος ἡμέρου καταπλασσόμενος. {5} παραιτεῖται δὲ καὶ τὰ τῶν ὀδόντων ἀλγήματα ἐντιθέμενος τοῖς βρώμασιν ὀφθαλμῶν τέ ἐστιν ὀξυδερκὲς ἔγχριστον, μιγεὶς δὲ πίσσῃ ἔμπλαστρός ἐστι πρὸς τοὺς λυσσοδήκτους ἀρίστη. καὶ ἡ ῥίζα δὲ ξυσθεῖσα καὶ προστεθεῖσα μήτρᾳ ἄγει ἔμβρυα, πρός τε ἕλκη παλαιὰ ποιεῖ καὶ τὰ ἐψιλωμένα τῶν ὀστέων σαρκοῖ
fol. fol.
λεία καταπλασσομένη καὶ σὺν μέλιτι δὲ ἐγχριομένη. ὁ δὲ καρπὸς αὐτοῦ σὺν ἀψινθίῳ ληφθεὶς ἔμμηνα ἄγει, σὺν ἀριστολοχείᾳ δὲ πρὸς τὰ ἰοβόλα ἁρμόζει καὶ πρὸς τὰς ὑστερικὰς πνίγας σὺν οἴνῳ ποτιζόμενος.