Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
achicoria dulce | khondríllē χονδρίλλη |
Chondrilla juncea L. |
2.133 |
σξβ (262)
Texto provisional
χονδρίλη·[οἱ δὲ καὶ τοῦτο κικώριον ἢ σερίδα καλοῦσιν.]
τὰ μὲν φύλλα καὶ τὸν καυλὸν καὶ τὰ ἄνθη ἔχει κιχορίῳ ὅμοια, ὅθεν καὶ εἶδος σέριδος ἀγρίας αὐτό τινες εἶπον, λεπτότερον δὲ τὸ ὅλον. περὶ δὲ τῷ κλωναρίῳ αὐτῆς εὑρίσκεται κόμμι ὅμοια μαστίχῃ, μεγέθει κυαμιαῖα, ἅ τινα προστεθέντα λεῖα μετὰ σμύρνης ἐν ὀθονίῳ μέγεθος ἐλαίας ἔμμηνα ἄγει. ἡ δὲ πόα σὺν τῇ ῥίζῃ κοπεῖσα εἰς τροχίσκους ἀναπλάσσεται μειγνυμένου μέλιτος, οἵτινες διεθέντες καὶ νίτρῳ μιγέντες ἀλφοὺς ἀποσμήχουσιν· ἀνακολλᾷ δὲ καὶ τρίχας τὸ κόμμι. {2} καὶ ἡ ῥίζα δὲ πρόσφατος ποιεῖ εἰς τὰ αὐτά, βαπτομένης εἰς αὐτὴν βελόνης καὶ προσαγομένης ταῖς θριξίν· ἁρμόζει δὲ καὶ πρὸς ἔχεις σὺν οἴνῳ πινομένη, καὶ κοιλίαν ἵστησιν ὁ χυλὸς αὐτῆς ἑψηθεὶς σὺν οἴνῳ καὶ ποθείς, καὶ καθ᾽ ἑαυτόν. ἔστι δὲ καὶ ἕτερον εἶδος χονδρίλης, φύλλον δὲ ἔχει περιβεβρωμένον, πρόμηκες, ἐπὶ γῆς ἐστρωμένον, καυλὸν δὲ ὀποῦ μεστόν, ῥίζαν δὲ λεπτήν, ἔπακμον, κούφην, στρογγύλην, ὑπόξανθον, ὀποῦ μεστήν. δύναμιν δ᾽ ἔχει ὁ καυλὸς καὶ τὰ φύλλα πεπτικήν. ὁ δὲ ὀπὸς τριχῶν τῶν ἐν βλεφάροις ἀνακολληνικός. φύεται δὲ ἐν γεώδεσι καὶ ἐργασίμοις χωρίοις.