Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cinabrio | kinnábari κιννάβαρι |
- | 5.94 |
ψξδ (764)
Texto provisional
κιννάβαρι οἴονταί τινες τὸ αὐτὸ ὑπάρχειν τῷ καλουμένῳ μινίῳ πλανώμενοι· τὸ μὲν γὰρ μίνιον σκευάζεται ἐν Σπανίᾳ ἐκ λίθου τινὸς μεμειγμένου τῇ ἀργυρίτιδι ψάμμῳ, ὅστις ἄλλως μὲν οὐ γινώσκεται, ἐν δὲ τῇ χώνῃ μεταβάλλει εἰς εὐανθέστατον καὶ φλογωδέστατον χρῶμα. ἔχει δὲ τὴν ἀποφορὰν ἐν τοῖς μετάλλοις πνιγώδη· περιτίθενται γοῦν οἱ <ἐπιχώριοι> τοῖς προσώποις φύσας πρὸς τὸ βλέπειν μὲν μὴ σπᾶν δὲ τὸν ἀέρα. {2} χρῶνται δὲ αὐτῷ οἱ ζωγράφοι εἰς τὰς πολυτελεῖς τῶν τοίχων κοσμήσεις. τὸ δὲ κιννάβαρι κομίζεται μὲν ἀπὸ τῆς Λιβύης, πιπράσκεται δὲ πολλοῦ καὶ τοσοῦτον, ὡς μόλις ἐξαρκεῖν τοῖς ζωγράφοις εἰς τὴν ἐν ταῖς γραμμαῖς ποικιλίαν. ἔστι δὲ καὶ βαθύχρουν, ὅθεν ἐνόμισάν τινες αὐτὸ αἷμα εἶναι δρακόντιον. {3} δύναμιν δὲ ἔχει τὸ κιννάβαρι τὴν αὐτὴν τῷ αἱματίτῃ, ἁρμόζον εἰς τὰ ὀφθαλμικά, πλὴν ἐπιτεταμένως· μᾶλλον γὰρ στύφει, ὅθεν ἐστὶ καὶ ἴσχαιμον, καὶ πυρίκαυτα καὶ ἐξανθήματα ἀναλημφθὲν κηρωτῇ θεραπεύει.