Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
hierba de tallo | kotylēdōn hetéra κοτυληδὼν ἑτέρα |
Saxifraga aizoon Jacq. |
4.92 |
φξδ (564)
Texto provisional
[κοτυληδὼν ἑτέρα· οἱ δὲ κυμβάλιον καλοῦσιν.] ἔστι δὲ καὶ ἕτερον εἶδος κοτυληδόνος, πλατύτερα ἔχον καὶ λιπαρὰ τὰ φύλλα, ὡς γλωττάρια, πυκνὰ περὶ τῇ ῥίζῃ, οἱονεὶ ὀφθαλμὸν ἐν μέσῳ περιγράφοντα ὥσπερ τὸ μεῖζον ἀείζῳον, τῇ γεύσει στύφοντα, καυλίον λεπτὸν καὶ ἐπ᾽ αὐτοῦ ἄνθη καὶ σπερμάτια ὅμοια ὑπερικῷ, ῥίζαν μείζονα. ποιεῖ δὲ πρὸς ἃ καὶ τὸ ἀείζῳον.