Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
anteojos | Asklēpiás ἀσκληπιάς |
Vincetoxicum officinale L. |
3.92 |
υη (408)
Texto provisional
ἀσκληπιάς· [οἱ δὲ κισσίον, οἱ δὲ κισσόφυλλον καλοῦσιν] κλωνία ἀνίησι μακρά, ἐφ᾽ ὧν τὰ φύλλα [μακρά] κισσῷ ὅμοια, ῥίζας πολλάς, λεπτάς, εὐώδεις, ἄνθος βαρύοσμον, σπέρμα ὡς πελεκίνου· φύεται ἐν ὄρεσι. βοηθοῦσι δὲ αἱ ῥίζαι σὺν οἴνῳ πινόμεναι στροφουμένοις καὶ θηριοδήκτοις καὶ τὰ φύλλα <δὲ> καταπλασσόμενα· ἁρμόζει καὶ πρὸς τὰ ἐν μαστοῖς καὶ μήτρᾳ κακοήθη.