Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
marrubio acuático | peristereōn orthós περιστερεὼν ὀρθός |
Lycopus europaeus L. |
4.59 |
φλα (531)
Texto provisional
περιστερεὼν [ὀρθός· οἱ δὲ τρυγόνιον, οἱ δὲ βούνιον, οἱ δὲ ἱερὰ βοτάνη, οἱ δὲ φιλτροδότις, Αἰγύπτιοι πεμψεμπτέ, προφῆται ῞Ηρας δάκρυον, οἱ δὲ αἷμα γαλῆς, οἱ δὲ αἷμα Ἑρμοῦ, Ῥωμαῖοι κρίστα γαλλινάκια, οἱ δὲ φερράρια, οἱ δὲ ἡρκουλάνια, οἱ δὲ ἐξουπέρανς, οἱ δὲ <μα>τρικάλις, οἱ δὲ ἕρβα παλουμβάρις, οἱ δὲ ἕρβα σαγγυνάλις]· φύεται ἐν τοῖς ἐφύδροις τόποις, δοκεῖ δὲ ὠνομάσθαι ἐκ τοῦ τὰς περιστερὰς ἡδέως ἐνδιατρίβειν αὐτῇ. πόα δ᾽ ἐστὶ σπιθαμῆς ἔχουσα τὸ ὕψος ἢ καὶ μεῖζον, πέταλα ἐντετμημένα, ὑπόλευκα, ἐκπεφυκότα ἐκ τοῦ καυλοῦ· μονόκλαδος δ᾽ ὡς τὸ πολὺ καὶ μονόρριζος εὑρίσκεται. δοκεῖ δὲ τὰ φύλλα σὺν ῥοδίνῳ ἢ στέατι χοιρείῳ νεαρῷ προστιθέμενα ἀνωδυνίαν ὑστέρας ποιεῖν· στέλλει δὲ καὶ ἐρυσιπέλατα σὺν ὄξει καταπλασθεῖσα καὶ σηπεδόνας ἐπέχει καὶ τραύματα κολλᾷ καὶ ἀπουλοῖ τὰ παλαιὰ σὺν μέλιτι.