Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
apio | sélēnon kēpaîon σέληνον (σέλινον) κηπαῖον |
Apium graveolens L. |
3.64 |
fol. fol.
τοθ (379)
Texto provisional
<περὶ σελίνου· σ>έλινον κηπαῖον·
ἁρμόζει ἡ πόα πρὸς ἃ καὶ τὸ κόριον καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς μετ᾽ ἄρτου ἢ πάλης ἀλφίτου καταπλασσόμενον καὶ καῦσον στομάχου παρηγορεῖ μαστούς τε χονδριῶντας ἀνίησι, κινεῖ τε οὖρα ὠμόν τε καὶ ἑφθὸν βρωθέν· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ καὶ τῶν ῥιζῶν πινόμενον ἀντιπάσχει θανασίμοις φαρμάκοις καὶ ἐμέτους κινεῖ κοιλίαν τε ἐπέχει. {2} τὸ δὲ σπέρμα ἐστὶν οὐρητικώτερον, βοηθοῦν καὶ θηριοδήκτοις καὶ τοῖς λιθάργυρον πεπωκόσι πνευμάτων τέ ἐστι διαλυτικόν· μείγνυται δὲ
fol. fol.
καὶ ἀνωδύνοις καὶ θηριακαῖς καὶ βηχικαῖς χρησίμως.