Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alcaparra | kápparis κάππαρις |
Capparis spinosa L. |
2.173 |
fol. fol.
τβ (302)
Texto provisional
περὶ καππάρεως·
κάππαρις οἱ δὲ κυνόσβατον, οἱ δὲ καπρίαν, οἱ δὲ κόρακος μῆλον, οἱ δὲ ὀφιόσκορδον, οἱ δὲ ὀφιοστάφυλον, οἱ δὲ θαλλίαν, οἱ δὲ πετραίαν, οἱ δὲ ὁλόφυτον, οἱ δὲ ἰωνίτην, ἔνιοι δὲ ἀείχλωρον, οἱ δὲ ἱππομανές, οἱ δὲ τριχομανὲς καλοῦσι·θάμνος ἐστὶν ἀκανθώδης, ἐπὶ γῆς γυροειδῶς ἐστρωμένος, ἀκάνθας ἀγκιστροειδεῖς ἔχων ὡς βάτος, φύλλα δὲ στρογγύλα, κυδωνίᾳ ὅμοια, καρπὸν δὲ οἷον ἐλαίας, ὃς ἀνοιχθεὶς λευκὸν προίεται ἄνθος, οὗ πεσόντος εὑρίσκεταί
fol. fol.
τι οἷον βάλανος ἐπίμηκες, ὅπερ ἀνοιχθὲν ἔχει κόκκους ὥσπερ ῥόας μικρούς, ἐρυθρούς, ῥίζας ξυλώδεις καὶ μεγάλας, πλείστας. {2} φύεται τοὐπίπαν ἐν τραχέσι καὶ λεπτογείοις τόποις καὶ νήσοις καὶ οἰκοπέδοις. ταριχεύεται δὲ ὁ καρπὸς καὶ ὁ καυλὸς εἰς βρῶσιν. ταράττει δὲ κοιλίαν, κακοστόμαχός τέ ἐστι καὶ διψώδης, βρωθεῖσα δὲ ἑφθὴ εὐστομαχωτέρα τῆς ὠμῆς. ὁ μὲν οὖν καρπὸς αὐτῆς σπλῆνα ἐκτήκει ὁλκὴ δυεῖν δραχμῶν μετ᾽ οἴνου πινόμενος ἐπὶ ἡμέρας τριάκοντα· ἄγει δὲ καὶ οὖρον καὶ αἱματῶδες διαχώρημα, ἰσχιάδι τε καὶ παραλύσει βοηθεῖ πινόμενος καὶ πρὸς ῥήγματα καὶ σπάσματα, καὶ ἔμμηνα ἄγει καὶ ἀποφλεγματίζει, καὶ ὀδόντος πόνον παύει ὁ καρπὸς σὺν ὄξει ἑψηθεὶς καὶ διακλυζόμενος. τῆς δὲ ῥίζης ὁ φλοιὸς ξηρὸς πρός τε τὰ προειρημένα ἁρμόζει καὶ ἀνακαθαίρει πᾶν χρόνιον καὶ ῥυπαρὸν καὶ τετυλωμένον ἕλκος· καταπλάσσεται δὲ καὶ ἐπὶ τῶν σπληνικῶν σὺν ὠμῇ λύσει, δακνομένη τε τῷ πονοῦντι ὀδόντι βοηθεῖ, ἀλφούς τε λευκοὺς ἀποσμήχει σὺν ὄξει λεία. τὰ δὲ φύλλα καὶ ἡ ῥίζα λεανθέντα σκληρίας καὶ χοιράδας διαφορεῖ, σκώληκάς τε τοὺς ἐν ὠσὶν ὁ χυλὸς ἐγχυματισθεὶς κτείνει. ἡ μέντοι Λιβυκὴ κάππαρις, γεννωμένη δὲ κατὰ τοὺς Μαρμαρίδας λεγομένους, ἐμπνευματοῖ ἰσχυρῶς, ἐμετικὴ δὲ τυγχάνει ἡ ἐν Ἀπουλίᾳ·ἡ μέντοι γε ἐκ τῆς ἐρυθρᾶς θαλάσσης καὶ Ἀραβίας δριμυτάτη, φλυκταίνουσα τὸ στόμα καὶ διασήπουσα τὰ οὖλα ἄχρι γυμνώσεως, ὅθεν πρὸς βρῶσίν ἐστιν ἄθετος.