Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
escrofularia | galēopsis γαλήοψις |
Scrophularia peregrina L. |
4.94 |
φξϚ (566)
Texto provisional
γαλήοψις· οἱ δὲ γάληψις, οἱ δὲ γαλεόβδολον, [οἱ δὲ γαληψός, Αἰγύπτιοι αἰθωπί, Ῥωμαῖοι οὐρτίκαμ λαβεώνεμ.καλοῦσιν]. ὅλον τὸ θαμνίον σὺν τῷ καυλῷ καὶ τοῖς φύλλοις ἐμφερές ἐστι κνίδῃ, λειότερα δὲ τὰ φύλλα καὶ ἱκανῶς δυσώδη ἐν τῇ διατρίψει, ἄνθη λεπτά, πορφυρᾶ· φύεται ἐν φραγμοῖς καὶ περὶ τὰς ὁδοὺς καὶ τὰ οἰκόπεδα πανταχοῦ. δύναμιν δὲ ἔχει τὰ φύλλα καὶ ὁ καυλὸς διαλυτικὴν σκληρωμάτων, καρκινωμάτων, χοιράδων, φυγέθλων, παρωτίδων. δεῖ δὲ δὶς τῆς ἡμέρας μετ᾽ ὄξους καταπλάσσειν χλιαρὸν ποιοῦντας τὸ κατάπλασμα· καὶ τὸ ἀφέψημα δὲ αὐτῆς καταντλεῖται ὠφελίμως· ποιεῖ καὶ πρὸς νομὰς <καὶ> γαγγραίνας καὶ σηπεδόνας μεθ᾽ ἁλὸς καταπλασσόμενα.