Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
huevo | ōón ᾠόν |
- | 2.50 |
ροθ (179)
περὶ ᾠοῦ· ᾠὸν τὸ ἁπαλὸν τροφιμώτερον [1] τοῦ ῥοφητοῦ, καὶ τοῦ
ἁπαλοῦ τὸ σκληρόν. ἡ δὲ λέκυθος [2] αὐτοῦ <ἑφθὴ> χρησίμη πρὸς ὀφθαλμῶν περιωδυνίας
[ὀπτηθεῖσα] σὺν κρόκῳ καὶ ῥοδίνῳ, πρός τε τὰς περὶ δακτύλιον φλεγμονὰς καὶ κονδυλώματα
σὺν μελιλώτῳ. μετὰ ῥοὸς δὲ ἢ κηκίδος τηγανισθεῖσα καὶ βρωθεῖσα ἵστησι κοιλίαν, καὶ καθ᾽ ἑαυ-
τὴν δὲ προσενεχθεῖσα. τὸ δὲ λευκὸν αὐτοῦ ὠμὸν ὂν ψύχει, ἐμπλάττει, παρηγορεῖ ἐγχυμα-
τισθὲν ἐπὶ ὀφθαλμῶν φλεγμαινόντων, κατακαύματά τε οὐκ ἐᾷ φλυκταινοῦσθαι παραχρῆ-
μα ἐπιχρισθέν, πρόσωπά τε ἀνεπίκαυτα τηρεῖ, ἀνακόλλημά δέ [3] ἐστι ῥευματιζομένων
σὺν λιβανωτῷ κατὰ τοῦ μετώπου κείμενον [4], φλεγμονάς τε ὀφθαλμῶν πραύνει ἐρίῳ ἀνα-
λημφθὲν [5] μιγέντος αὐτῷ ῥοδίνου καὶ οἴνου καὶ μέλιτος [6]. ὠμὸν δὲ ῥοφηθὲν αἱμορροίδος
δήγμασι βοηθεῖ, ἀκροχλιαρὸν δὲ πρὸς κύστεως δηγμοὺς καὶ ἕλκωσιν νεφρῶν [7]
καὶ τραχυσμοὺς [τραχείας] ἀρτηρίας καὶ αἵματος ἀναγωγὰς καὶ κατάρρους καὶ θώρακος ῥευ-
ματισμοὺς ἁρμόζει.