Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
onoquiles | ánkhousa ἄγχουσα |
Alkanna tinctoria Tausch. |
4.23 |
fol. fol.
υϟϚ (496)
Texto provisional
<περὶ ἀγχούσης·>
ἄγχουσα· [οἱ δὲ κατάγχουσα, οἱ δὲ Λιβυκή, οἱ δὲ ἀρχιβδέλλιον, οἱ δὲ Ἀλκιβιάδειον, οἱ δὲ ὀνοχειλές, οἱ δὲ πορφυρίς, οἱ δὲ Μέδουσα, οἱ δὲ κάλυξ, οἱ δὲ ὀνοκλείαν, Ἄφροι βουινεσάθ.] ἣν ἔνιοι κάλυκα, οἱ δὲ ὀνοκλείαν καλοῦσι. φύλλα θρίδακι τῇ ὀξυφύλλῳ παραπλήσια, δασέα, τραχέα, μέλανα, πολλά, πανταχόθεν τῆς ῥίζης προσπεπλασμένα τῇ γῇ. ἀκανθώδη· ἡ δὲ ῥίζα δακτύλου πάχος, τὴν χρόαν ὕφαιμος ἐν τῷ θέρει γινομένη καὶ βάπτουσα τὰς χεῖρας· φύεται ἐν εὐγείοις τόποις. {2} ἔστι δὲ ἡ ῥίζα στυπτική, ποιοῦσα πρὸς κατακαύματα καὶ παλαιὰ ἕλκη ἐναφεψομένη κηρῷ καὶ ἐλαίῳ· ἐρυσιπέλατα δὲ σὺν ἀλφίτῳ καταπλασθεῖσα θεραπεύει, καὶ ἀλφοὺς καὶ λέπρας σὺν ὄξει καταπλασσομένη, προστιθεμένη δὲ καὶ ἔμβρυα κατασπᾷ· τὸ δὲ ἀφέψημα αὐτῆς δίδοται καὶ ἰκτερικοῖς, νεφριτικοῖς, σπληνικοῖς πυρέσσουσι μετὰ μελικράτου [1]. τὰ δὲ
fol. fol.
φύλλα κοιλίαν ἵστησι μετ᾽ οἴνου πινόμενα. χρῶνται δὲ καὶ οἱ μυρεψοὶ τῇ ῥίζῃ πρὸς τὰς στύψεις τῶν μύρων.