Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cenizas vegetales | antíspoda ἀντίσποδα |
- | 5.75.13 |
ψμα (741)
Texto provisional
γνωστέον δὲ ὅτι καὶ ἐκ τοῦ χρυσοῦ καὶ ἀργύρου, ἔτι δὲ μολύβδου γίνεται σποδός· καὶ ἔστι μετὰ τὴν Κυπρίαν ἡ ἐκ τοῦ μολύβδου ἀρίστη. ἐπειδὴ δὲ καὶ τὰ ἀντίσποδα ἱκανῶς εὐχρηστεῖ ὑστερούσης πολλάκις σποδοῦ, τὰ ἰσοδυναμοῦντα ἀναγκαῖόν ἐστιν ὑποδεῖξαι, τίνα τε ὑπάρχει καὶ ὃν τρόπον παραλημφθείη. {14} λαβὼν τοίνυν μυρσίνης τὰ φύλλα σὺν τοῖς ἄνθεσι καὶ τοῖς μύρτοις ἀώροις ἔτι οὖσιν ἔμβαλε εἰς ὠμὴν κύθραν, καὶ περιπλάσας τὸ πῶμα κατατετρημένον συνεχέσιν ὀπαῖς δὸς εἰς κάμινον κεραμεικὴν <ὀπτᾶν>· ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος, εἰς ἄλλην χύτραν ὠμὴν μετέρασον αὐτό, καὶ πάλιν κατοπτηθείσης καὶ τῆς δευτέρας ἐξελὼν πλῦνε καὶ χρῶ. {15} ὡσαύτως δὲ καὶ θαλλίαν σκευάσας παραλάμβανε· ἔστω δὲ τῆς ἀγρίας ἐλαίας, εἰ δὲ μή, τῆς ἡμέρου σὺν τοῖς ἄνθεσιν ἢ μῆλα κυδώνια κατατετμημένα καὶ ἐξωστεισμένα ἢ κηκίδα ἢ ῥάκη λινᾶ ἢ ἄωρα συκάμινα λευκὰ προεξηραμμένα ἐν ἡλίῳ ἢ [βοτάνην] σχῖνον ἢ τέρμινθον ἢ οἰνάνθην ἢ βάτου τὰ ἁπαλὰ φύλλα ἢ πύξου κόμας ἢ τὴν λεγομένην ψευδοκύπερον σὺν τῷ ἄνθει. {16} τινὲς δὲ κλάδους συκῆς προεξηραμμένας ἐν ἡλίῳ ὡσαύτως σκευάζουσιν· ἄλλοι δὲ ταυ- ρείαν κόλλαν, οἱ δὲ ἔρια οἰσυπηρὰ τραχέα πίσσῃ ἢ μέλιτι δεύσαντες ὁμοίως καίουσιν.