Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
espino cerval | rhámnos ῥάμνος |
Rhamnus catharticus L. |
1.90 |
fol. fol.
ϟ (90)
περὶ ῥάμνου· [ῥάμνος, οἱ δὲ περσεφόνιον, οἱ δὲ λευκάκανθα, ῥωμαῖοι σπί-
να ἄλβα, οἱ δὲ σπίνα κερβάλις, ἄφροι ἀταδίμ.] ῥάμνος θάμνος ἐστὶ περὶ φραγμοὺς
φυόμενος, θάμνους [1] ἔχων ὀρθὰς καὶ ἀκάνθας ὥσπερ ὀξυάκανθα, φύλλα <δ᾽> [μικρὰ] ὑπο-
μήκη, ὑπολίπαρα, μαλακά. ἔστι δὲ καὶ ἑτέρα [2] λευκοτέρα, <ἔστι> καὶ τρίτη μελάντερα ἔχουσα
τὰ φύλλα καὶ πλατύτερα σὺν τῷ ἠρέμα ἐρυθραίνεσθαι, ῥάβδους μακρὰς πήχ<ε>ων ὡς πέντε
fol. fol.
<καὶ> μᾶλλον ἀκανθώδεις· ἧττον δὲ στερεὰς καὶ ἐπάκμους ἔχει τὰς ἀκάνθας. καρπὸς δὲ πλατύς,
[λευκός,] λεπτός, ὡς θυλακώδης, ἐοικὼς ἀσφοδέλῳ [3]. ποιεῖ δὲ πασῶν τὰ φύλλα πρὸς
ἐρυσιπέλατα καὶ ἕρπητας καταπλασσόμενα. λέγεται δὲ καὶ κλῶνας αὐτῆς θύραις
ἢ θυρίσι προστεθέντας ἀποκρούειν τὰς τῶν φαρμάκων κακουργίας.