Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
alheña | kýpros κύπρος |
Lawsonia inermis L. |
1.95 |
fol. fol.
ϟε (95)
περὶ κύπρου· κύπρος δένδρον ἐστὶ φύλλα ἔχον περὶ ταῖς ῥάβδοις
fol. fol.
ἐλαίᾳ παραπλήσια, πλατύτερα δὲ καὶ μαλακώτερα καὶ χλωρότερα, ἄνθη λευκά, βρυ-
ώδη [1], εὐώδη, σπέρμα μέλαν, ὅμοιον τῷ τῆς ἀκτῆς. γεννᾶται δὲ ἀρίστη ἐν τῇ ἀσκάλωνι καὶ κα-
νώπῃ. δύναμιν δὲ ἔχει τὰ φύλλα στυπτικήν, ὅθεν διαμασηθέντα ἄφθας ἰᾶται, καὶ τὰς ἄλλας
πυρώδεις φλεγμονὰς καταπλασθέντα ὠφελεῖ καὶ <τοὺς> ἄνθρακας. τὸ δὲ ἀφέψημα αὐτῶν πυ-
ρικαύτων κατάντλημα. ξανθίζει δὲ καὶ τρίχας στρουθίου χυλῷ τὰ φύλλα λεῖα βραχέντα
καὶ ἐγχρισθέντα. τὸ δὲ ἄνθος ἐπιπλασθὲν τῷ μετώπῳ λεῖον μετ᾽ ὄξους κεφαλαλγίας παύει.
τὸ δὲ σκευαζόμενον ἐξ αὐτοῦ [2] κύπρινον χρῖσμα θερμαντικὸν γίνεται καὶ μαλακτικὸν νεύρων,
ἐν τῷ προσλαμβάνειν [3] πυρωτικὰ μίγματα.