Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
malva cañamera | kánnabis agría κάνναβις ἀγρία |
Althaea cannabina L. |
3.149 |
υξγ (463)
Texto provisional
κάνναβις ἀγρία [οἱ δὲ ὑδράστινα, Ῥωμαῖοι τερμινάλις.] ῥαβδία φέρει ὅμοια τοῖς τῆς πτελέας, μελάντερα δὲ καὶ μικρότερα, τὸ ὕψος πήχεως· τὰ φύλλα ὅμοια τῇ ἡμέρῳ, τραχύτερα δὲ καὶ μελάντερα, ἄνθη ὑπέρυθρα, λυχνίδι ἐμφερῆ, σπέρμα δὲ καὶ ῥίζα ὅμοια τῇ ἀλθαίᾳ. δύναται δὲ ἡ ῥίζα καταπλασθεῖσα ἑφθὴ φλεγμονὰς παρηγορεῖν καὶ πώρους διαχεῖν· καὶ ὁ ἀπ᾽ αὐτῆς δὲ φλοιὸς εὐθετεῖ εἰς πλοκὴν σχοινίων.