Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
zanahoria | staphylînos ágrios σταφυλῖνος ἄγριος |
- | 3.52 |
fol. fol.
τξϚ (366)
Texto provisional
<περὶ σταφυλίνου· σ>ταφυλῖνος ἄγριος· οἱ δὲ κέρας, [οἱ δὲ κέρας κόμην
fol. fol.
καλοῦσιν Ῥωμαῖοι καρώταμ, οἱ δὲ παστινάκα ῥούστικα, Αἰγύπτιοι βαβιβυρού, Ἄφροι σιχχάμ]. φύλλα μὲν ἔχει ὅμοια γιγγιδίῳ, πλατύτερα δὲ καὶ ὑπόπικρα, καυλὸν δὲ ὄρθιον, τραχύν, σκιάδιον ἔχοντα ἀνήθῳ παραπλήσιον, ἐφ᾽ οὗ ἄνθη λευκά, ἐν μέσῳ δὲ μικρόν τι πορφυροειδὲς οἱονεὶ κροκύδιον· ῥίζα δὲ δακτύλου πάχος, σπιθαμιαία, εὐώδης, ἐδωδίμη ἑφθή. {2} τούτου ὁ καρπὸς ποθεὶς ἢ καὶ προστεθεὶς ἔμμηνα κινεῖ, ἁρμόζει καὶ δυσουροῦσι καὶ ὑδρωπικοῖς καὶ πλευριτικοῖς ἐν ποτήματι καὶ πρὸς θηρίων δὲ δήγματα καὶ πληγάς· τοὺς δὲ προλαβόντας φασὶ μὴ ἀδικεῖσθαι ὑπὸ τῶν ἑρπετῶν· συνεργεῖ δὲ καὶ συλλήψει. ἡ δὲ ῥίζα καὶ αὐτὴ οὐρητικὴ οὖσα συνουσίαν τε παρορμᾷ καὶ ἔμβρυα ἐκβάλλει προστιθεμένη. τὰ δὲ φύλλα λεῖα μετὰ μέλιτος ἐπιτιθέμενα τὰ φαγεδαινικὰ ἕλκη ἀνακαθαίρει. ὁ δὲ κηπευτὸς σταφυλῖνος ἐδωδιμώτερος ὢν ἁρμόζει πρὸς τὰ αὐτά, καταδεέστερον ἐνεργῶν.