Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
agnocasto | ágnos ἄγνος |
Vitex agnus-castus L. |
1.103 |
fol. fol.
ργ (103)
περὶ ἄγνου· ἄγνος, [οἱ δὲ ἄγονον, οἱ δὲ λύγον,
οἱ δὲ ἀμικτομίαινον, οἱ δὲ τριδάκτυλον, προφῆται σεμνόν, οἱ δὲ αἷμα ἴδεως [1], αἰγύπτιοι
σούμ, ῥωμαῖοι σάλιξ μαρίνα, οἱ δὲ πιπράγρεστε [2], οἱ δὲ λεκρίστικουμ [3].] ἄγνος ἢ λύγος θά-
μνος ἐστὶ δενδρώδης, παρὰ ποταμοῖς τραχέσι τε τόποις καὶ χαράδραις φυόμενος, ῥάβδους ἔ-
χων δυσθραύστους [μακράς], φύλλα δὲ ὡσπερεὶ ἐλαίας, ἁπαλώτερα δέ. τὸ δ᾽ ἄνθος ἡ μέν τις λευκὸν σὺν
τῷ ὑποπορφυρίζοντι οἱ [4] δὲ πορφυροῦν φέρει, σπέρμα δὲ ὡς πέπερι. δύναμιν δὲ ἔχει θερ-
μαντικήν, στυπτικήν [5]. ὁ δὲ καρπὸς αὐτῆς πινόμενος βοηθεῖ θηριοδήκτοις, σπληνικοῖς, ὑδρωπικοῖς.
{2} κατασπᾷ δὲ καὶ γάλα, καὶ ἔμμηνα ἄγει πινόμενος ὅσον < α' <πλῆθος> σὺν οἴνῳ, ἐκλύει δὲ καὶ γονήν, ἅπτε-
ται δὲ καὶ κεφαλῆς κάρον ἐπιφέρων. τὸ δὲ ἀφέψημα <αὐτῆς> τῆς πόας καὶ τοῦ σπέρματος [6] εἰς ἐγκαθίσματα
ταῖς περὶ ὑστέραν διαθέσεσι καὶ φλεγμοναῖς ἀρήγει. ποθὲν δὲ μετὰ γλήχωνος καὶ ὑποθυμιαθὲν τὸ
σπέρμα καὶ προστεθὲν κάθαρσιν κινεῖ, λύει δὲ καὶ κεφαλαλγίας καταπλασσόμενον, καὶ ἐπὶ λη-
θαργικῶν τε καὶ φρενιτικῶν ἐμβρέχεται σὺν ὄξει καὶ ἐλαίῳ. {3} καὶ τὰ φύλλα <δὲ> ὑποθυμιώμενά τε καὶ
ὑποστρωννύμενα θηρία διώκει, καὶ καταπλαττόμενα ἐπὶ τῶν θηριοδήκτων βοηθεῖ, σκληρίας
τε διδύμων μετὰ βουτύρου καὶ φύλλων ἀμπέλου μαλάττει, ῥαγάδας τε τὰς ἐν δακτυλίῳ σὺν
ὕδατι ἐπιπλασθὲν τὸ σπέρμα πραύνει, σὺν δὲ τοῖς φύλλοις στρέμματά τε <καὶ> τραύματα ἰᾶ-
ται. δοκεῖ δὲ καὶ κωλυτήριον εἶναι ἐν ὁδοιπορίαις παρατριμμάτων, εἴ τις ῥάβδον αὐτῆς παρὰ
fol. fol.
χεῖρα κρατοίη. ὠνόμασται δὲ ἄγνος διὰ τὸ <τὰς> ἐν τοῖς Θεσμοφορίοις ἁγνευούσας γυναῖκας εἰς ὑπόστρωμα
χρῆσθαι αὐτῇ· λύγος δὲ διὰ τὸ περὶ τὰς ῥάβδους αὐτῆς εὔτονον.