Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
tomillo andaluz | thýmos θύμος |
Thymus capitatus (L.) Hoffmanns. & Link |
3.36 |
τν (350)
Texto provisional
θύμος· [οἱ δὲ θύμος λευκός, οἱ δὲ κεφαλωτός, οἱ δὲ ἐπιθυμίς, οἱ δὲ θύρσιον, Ῥωμαῖοι θούμουμ, Αἰγύπτιοι στέφανοι, Δάκοι μίζηλα, Θοῦσκοι μούτουκα.] γινώσκεται ὑπὸ πάντων. θαμνίσκιον φρυγανοειδές, φυλλαρίοις στενοῖς καὶ πολλοῖς περιειλημμένον, ἔχον ἐπ᾽ ἄκρου κεφάλια ἄνθους <περίπλεα>, πορφυρίζοντα. μάλιστα δὲ φύεται ἐν πετρώδεσι καὶ λεπτογείοις τόποις. δύναμιν δὲ ἔχει πινόμενον μετὰ ἁλῶν καὶ ὄξους ἄγειν φλεγματῶδες κατὰ κοιλίαν. {2} τὸ δὲ ἀφέψημα αὐτοῦ μετὰ μέλιτος ὀρθοπνοϊκοῖς καὶ ἀσθματικοῖς βοηθεῖ ἕλμινθάς τε ἐξάγει καὶ ἔμμηνα καὶ δεύτερα καὶ ἔμβρυα ἄγει· ἔστι δὲ καὶ οὐρητικόν, μιγὲν δὲ μέλιτι καὶ ἐκλειχθὲν εὐανάγωγα τὰ ἐκ θώρακος ποιεῖ. διαφορεῖ δὲ οἰδήματα πρόσφατα καταπλασθὲν μετ᾽ ὄξους καὶ αἵματος θρόμβους διαλύει καὶ θύμους καὶ ἀκροχορδόνας αἴρει, καὶ ἰσχιαδικοῖς μετ᾽ οἴνου καὶ ἀλφίτου ἐπιτεθὲν ἁρμόζει, ἀμβλυωποῦντάς τε ὠφελεῖ ἐσθιόμενον ἐν τροφῇ. εὔχρηστον δὲ καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἀντὶ ἀρτύματος.