Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
pastillas de rosa | rhodídes ῥοδίδες |
Rosa gallica L. |
1.99.3 |
περὶ ῥοδίδων· καὶ αἱ λεγόμεναι δὲ
ῥοδίδες σκευάζονται τοῦτον τὸν τρόπον· ῥόδων χλωρῶν ἀβρόχων μεμαρασμένων [1] < μ', νάρ-
δου ἰνδικῆς δραχμὰς ι' [2], σμύρνης < Ϛ' λεῖα ἀναπλάσσεται εἰς τροχίσκους τριωβολιαίους
καὶ ἐν σκιᾷ ξηραίνεται· ἀποτίθεται δὲ εἰς κεραμεοῦν ἀγγεῖον ἀκόνιτον [3] περιεσφηκωμένον.
ἔνιοι δὲ προστιθέασι καὶ κόστου < β' [καὶ] ἴρεως ἰλλυρικῆς τὸ αὐτὸ μίσγοντες καὶ οἴνον χί-
ον μετὰ μέλιτος [4]. χρῆσις δέ αὐτῶν ἐστιν ἐπὶ γυναικῶν περιτιθεμένων τῷ τραχήλῳ ἀντὶ ὅρ-
μων [5], ἀμβλύνουσαι [6] τὴν τῶν ἱδρώτων δυσωδίαν. χρῶνται δὲ <αὐτοῖς> καὶ λείοις ἐν διαπάσμασι καὶ
συγχρίσμασι μετὰ τὸ λουτρὸν, καὶ μετὰ τὸ ξηρανθῆναι [ἐπ]εκλούονται ψυχρῷ.