Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
jaspe | líthos íaspis λίθος ἴασπις |
- | 5.142 |
ωιβ (812)
Texto provisional
λίθος ἴασπις· ὁ μέν τίς ἐστι σμαραγδίζων, ὁ δὲ κρυσταλλοειδής, ἐοικὼς φλέγματι, ὁ δὲ ἀερίζων, ὁ δὲ καπνίας ὡσπερεὶ κεκαπνισμένος, ὁ δέ τις [καὶ] διαφύσεις ἔχων διαλεύκους <καὶ> ἀποστιλβούσας, ἄστριος καλούμενος, ὁ δέ τις τερεβινθίζων λέγεται, καλλαίνῳ χρώματι προσεοικώς. δοκοῦσι δὲ πάντες εἶναι φυλακτήρια περίαπτα καὶ ὠκυτόκια μηρῷ περιαπτόμενα.