Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
teucrio amarillo | teúkrion τεύκριον |
Teucrium flavum L. |
3.97 |
υιγ (413)
Texto provisional
Τεύκριον· [οἱ δὲ καὶ τοῦτο χαμαίδρυν καλοῦσιν, οἱ δὲ Τευκρίδα.] πόα ῥαβδοειδής, παρεοικυῖα χαμαίδρυϊ, λεπτόφυλλος, ἔχουσα ἐρεβίνθῳ πέταλον ὅμοιον. φύεται δὲ πλείστη ἐν Κιλικίᾳ τῇ κατὰ τὴν Σελεντίδα καὶ Κητίδα καλουμένην. δύναμιν δὲ ἔχει χλωρὰ μετ᾽ ὀξυκράτου ποθεῖσα ἢ ξηρὰ ἀποζεσθεῖσα καὶ πινομένη σπλῆνα τήκειν ἰσχυρῶς. καταπλάσσεται δὲ μετὰ σύκου καὶ ὄξους ἐπὶ σπληνικῶν, ἐπὶ θηριοδήκτων δὲ μετ᾽ ὄξους μόνου δίχα τοῦ σύκου.