Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
altramuz hediondo | anágyros ἀνάγυρος |
Anagyris foetida L. |
3.150 |
υξδ (464)
Texto provisional
ἀνάγυρος· οἱ δὲ ἀνάγυριν, οἱ δὲ ἄκοπον καλοῦσι. θάμνος ἐστὶ τοῖς φύλλοις καὶ ταῖς ῥάβδοις προσεμφερὴς ἄγνῳ, δενδρώδης, βαρύοσμος ἰσχυρῶς· ἄνθος κράμβῃ ἐοικός, καρπὸς ἐν κερατίοις μακροῖς, τὸ σχῆμα νεφρῶν, ποικίλος, στερεός· σκληρύνεται δὲ περὶ τὸν τῆς σταφυλῆς πεπασμόν. {2} ταύτης τὰ φύλλα ἁπαλὰ καταπλασσόμενα λεῖα οἰδήματα στέλλει· ποτίζεται δὲ δραχμῆς μιᾶς πλῆθος ἐν γλυκεῖ πρὸς ἆσθμα καὶ ἐκβολὴν χορίου καὶ ἐμβρύου καὶ ἐμμήνων, πρὸς δὲ φαλαγγίων πληγὰς σὺν οἴνῳ. ἔστι δὲ καὶ περίαπτον δυστοκούσαις· δεῖ μέντοι μετὰ τὸ τεκεῖν εὐθέως ἀφελόντα ῥίπτειν τὸ περίαμμα. τῆς δὲ ῥίζης ὁ φλοιὸς διαφορεῖ καὶ ἐκπέσσει· ὁ δὲ καρπὸς ἐσθιόμενος ἔμετον συντόνως κινεῖ.