Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
acelga marina | leimōnion λειμώνιον |
Beta maritima L. |
4.16 |
υπθ (489)
Texto provisional
λειμώνιον· οἱ δὲ νευροειδές. [οἱ δὲ λογχῖτις, οἱ δὲ νάπειον ὄνου, Μάρσοι μενδρουτά, Σύροι μεούδα, οἱ δὲ λυκοσέμφαλον, οἱ δὲ ἐλλεβοροσήματα, οἱ δὲ σκύλλιον, προφῆται λύκου καρδία, Ῥωμαῖοι οὐηράτρου<μ> νίγρου<μ>, οἱ δὲ τιντιν<ν>άβουλουμ τέρραι, Γάλλοι ἰουρβαρούμ, Δάκοι δάκινα. ] τὰ μὲν φύλλα ἔχει ὅμοια τεύτλῳ, λεπτότερα δὲ καὶ μικρότερα, δέκα ἢ πλείω, καυλὸν δὲ λεπτόν, ὄρθιον ὥσπερ κρίνου, γέμοντα καρποῦ ἐρυθροῦ, στύφοντος <πρὸς> τὴν γεῦσιν. δύναται δὲ ὁ καρπὸς λεῖος σὺν οἴνῳ ποθεὶς ὀξυβάφου πλῆθος δυσεντερικοὺς καὶ κοιλιακοὺς ὠφελεῖν, ῥοῦν τε ἐρυθρὸν ἵστησι. φύεται δὲ ἐν λειμῶσι καὶ ἑλώδεσι τόποις.