Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
leche | gála γάλα |
- | 2.70 |
ρϟθ (199)
περὶ γάλακτος· γάλα κοινῶς μὲν πᾶν εὔχυμον, τρόφιμον,
μαλακτικὸν κοιλίας, φυσητικὸν στομάχου καὶ ἐντέρων· ὑδαρέστερον μέντοι τὸ ἐαρινὸν τοῦ θε-
ρινοῦ, καὶ τὸ ἀπὸ χλωρᾶς νομῆς μᾶλλον [ἐστὶ] μαλακτικὸν <τῆς> κοιλίας. ἔστι δὲ καλὸν γάλα τὸ λευκὸν καὶ
ὁμαλὸν τῇ παχύτητι καὶ συστρεφόμενον, ἐπειδὰν ἐπισταγῇ ὄνυχι. τὸ δὲ αἴγειον ἧττον
κοιλίας ἅπτεται διὰ τὸ τὰς αἶγας τὸ πλέον [1] στυφούσῃ νομῇ χρῆσθαι, δρυὶ καὶ σχ<ο>ίνῳ
καὶ θαλίᾳ [2] καὶ τερμίνθῳ [3], ὅθεν καὶ εὐστόμαχον τυγχάνει. τὸ δὲ προβάτειόν ἐστι τρα-
χύ [4] τε καὶ γλυκὺ καὶ [πάνυ] λιπαρόν, οὐχ οὕτω δὲ εὐστόμαχον. τὸ μέντοι βόειον καὶ ὄνειον
καὶ ἵππειον εὐκοιλιώτερα καὶ ταρακτικὰ <γίνεται>. {2} πᾶν δὲ γάλα κοιλίας καὶ στομάχου ἀνατρεπτικόν,
ὅπου ἐστὶ νομὴ σκαμμωνία ἢ ἐλλέβορος ἢ λινόζωστις ἢ κληματίς, ὡς καὶ ἐν τοῖς ἰουστίνοις ὄρεσιν
ὑφ᾽ ἡμῶν ἱστόρηται· αἱ γὰρ αἶγες νεμόμεναι τοῦ λευκοῦ ἐλλεβόρου τὰ φύλλα κατὰ τὴν πρώ-
την ἐκβλάστησιν αὐτῶν, αὐτὰ τε ἐμοῦσι καὶ τὸ γάλα ἀναστρεπτικὸν στομάχου [5] καὶ ναυτί-
ας ποιητικὸν γίνεται [6]. ἑψηθὲν δὲ πᾶν γάλα στεγνωτικὸν γίνεται κοιλίας, καὶ μάλιστα τὸ
διαπύροις κόχλαξιν ἐξικμασθέν. κοινῶς δὲ καὶ ταῖς ἐντὸς ἑλκώσεσι βοηθεῖ [7], μάλιστα δὲ βρόγχου,
πνεύμονος, ἐντέρων, νεφρῶν, κύστεως, καὶ πρὸς τοὺς τῆς ἐπιφανείας κνησμούς, ἐξανθή-
ματα, [καὶ] κακοχυμίας. {3} δίδοται <δὲ> νεαρὸν μετὰ μέλιτος ὠμοῦ καὶ ὕδατος συνανακραθέντος ὀ-
λίγου, μιγνυμένων καὶ ἁλῶν. ἀφυσότερον δὲ γίνεται ἀποζεσθὲν ἅπαξ. τὰ δὲ τῆς κοιλίας
μεθ᾽ ἑλκώσεως ῥεύματα μέχρι ἡμίσεος [8] τοῖς κόχλαξιν ἑψηθὲν ὠφελεῖ.