Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cerebro de gallina | enképhalos alektorídōn ἐγκέφαλος ἀλεκτορίδων |
Gallus gallus |
2.49.1 |
fol. fol.
περὶ ἐγκεφάλου ἀλεκτορίδων· ὁ δὲ ἐγκέφαλος τῶν ἀλεκτορίδων [1]
θηριοδήκτοις σὺν οἴνῳ δίδοται καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας ἐπέχει. τοῦ δ᾽ ἄρ-
ρενος τὸ κατὰ τὰ ἐντὸς ὑποκείμενον τῇ κοιλίᾳ κερατῶδες, ἀποδερόμενον δὲ ἐν ταῖς ἑ-
ψήσεσι ξηρανθὲν ἁρμόζει στομαχικοῖς λεῖον μετ᾽ οἴνου πινόμενον. {2} [2] ὁ δὲ τῶν παλαιῶν
fol. fol.
ἀλεκτρυόνων δίδοται πρὸς κάθαρσιν κοιλίας· ἐξελόντας δὲ τὰ ἐντὸς δεῖ ἀντεμβάλλειν ἅλας
καὶ καταρράψαντας ἕψειν μετὰ ὕδατος ξεστῶν κ', κατάγοντας εἰς κοτύλας γ'· δίδοται δὲ πᾶν ἐξαιθρι-
α<σ>θέν· ἔνιοι δὲ συνέψουσι κράμβην θαλασσίαν ἢ λινόζωστιν ἢ κνίκον [3] ἢ πολυπόδιον. ἄγει δὲ
πάχος ὠμόν, γλοιῶδες, μέλαν, ἁρμόζον πυρετοῖς χρονίοις [4], ἄσθμασιν, ἀρθρητικοῖς [5],
ἐμπνευματουμένοις στόμαχον. [ἡ δὲ κοιλία τούτων ταριχευθεῖσα καὶ ξηρανθεῖσα ἐν σκιᾷ
ἐπὶ ταῖς ὑπερκαθάρσεσι ταῖς ἀπὸ φαρμάκων κενωτικῶν ὅσον οὐγγ<ίας> γ' λαμβανομένη βοή-
θημά ἐστιν ἄριστον· ἵστησι γὰρ παραχρῆμα τὴν κένωσιν. δεὶ δὲ τρίμμα ποιεῖν καὶ ἐνοῦν
μετὰ ὕδατος καὶ διδόναι.]