Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
martagón | hēmerokallés ἡμεροκαλλές |
Lilium martagon L. |
3.122 |
fol. fol.
υλη (438)
Texto provisional
<περὶ ἡμεροκαλλοῦς·>
ἡμεροκαλλές [οἱ δὲ ἡμεροκατάλλακτον, οἱ δὲ κρίνον ἄγριον, οἱ δὲ κρινάνθεμον, οἱ δὲ πορφυρανθές, οἱ δὲ βολβὸς ὁ ἐμετικός, οἱ δὲ ἀντικάνθαρον, Αἰγύπτιοι ἰοκρύ, Ῥωμαῖοι βούλβουμ, οἱ δὲ λίλιουμ ἀγρέστε, οἱ δὲ λίλιουμ μαρίνουμ, Ἄφροι ἀβοίβλαβον.] οἱ δὲ ἡμεροκατάλλακτον· φύλλα ἔχει καὶ καυλὸν ὅμοια κρίνῳ, χλωρὰ δὲ ὥσπερ πράσα· ἄνθη δὲ ἐπ᾽ αὐτῷ τρία ἢ τέσσαρα, τὴν σχίσιν τῷ κρίνῳ ἐοικότα, ὅταν ἄρξηται χάσκειν, τὴν δὲ χρόαν ἰσχυρῶς ὠχράν, ῥίζαν ὁμοίαν βολβῷ, εὐμεγέθη, ἥτις λεία ποθεῖσα καὶ σὺν μέλιτι ἐν ἐρίῳ προστεθεῖσα πεσσός ἐστιν ὑδραγωγὸς καὶ αἱμαγωγός. τὰ δὲ φύλλα λεῖα καταπλασσόμενα
fol. fol.
φλεγμονὰς μαστῶν τὰς ἐκ τοκετῶν καὶ ὀφθαλμῶν πραΰνει· καταπλάσσεται δὲ ἡ ῥίζα ὠφελίμως καὶ τὰ φύλλα ἐπὶ τῶν πυρικαύτων.