Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cicuta mayor | kōneion κώνειον |
Conium maculatum L. |
4.78 |
fol. fol.
φν (550)
<περὶ κωνείου· κ>ώνειον· καυλὸν ἀνίησι γονατώδη ὡς μάραθον, μέγαν, φύλλα δὲ
<νάρθηκι> ἐμφερῆ, στενότερα δὲ καὶ βαρύοσμα· ἐπ᾽ ἄκρῳ δὲ ἀποφύσεις καὶ σκιάδια ἀνθῶν ὑπολεύκων,
σπέρμα ἐμφερὲς ἀνήσσῳ, λευκότερον δέ, ῥίζα κοίλη καὶ οὐ βαθεῖα. ἔστι δὲ καὶ αὐτὸ τῶν φθαρτικῶν
κατὰ ψύξιν ἀναιροῦν· βοηθεῖται δὲ ἀκράτῳ. χυλίζονται [1] δὲ ἄκρα πρὸ τοῦ ξηρανθῆναι
τὸ σπέρμα ἤ ἡ κόμη [2] καὶ ἐκθλίβεται κοπτομένη συστρέφεταί τε ἐν ἡλίῳ. {2} ἔστι δὲ πολύχρηστον
εἰς τὴν ὑγιαστικὴν χρῆσιν ξηρανθέν, μιγνύμενον ἐπιτηδείως τοῖς ἀνωδύνοις κολλυρίοις, τὸ
χύλισμα, ἕρπητάς τε καὶ ἐρυσιπέλατα καταπλασθὲν σβέννυσιν. ἡ δὲ πόα καὶ ἡ κόμη
λεῖα καταπλασσόμενα <ἐπὶ> τῶν διδύμων ὀνειρώττουσι βοηθεῖ· παρίησι δὲ καὶ αἰδοῖα καταπλα-
fol. fol.
σθέντα καὶ γάλα σβέννυσι, μαστούς τε ἐν παρθενίᾳ κωλύει αὔξεσθαι καὶ διδύμους ἀτρόφους ποιεῖ
ἐπὶ παίδων. ἐνεργέστατον δ᾽ ἐστὶ τὸ κρητικὸν καὶ μεγαρικὸν καὶ ἀττικὸν καὶ τὸ ἐν τῇ χίῳ καὶ κι-
λικίᾳ γεννώμενον.