Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
cardo común | kríssion κρίσσιον |
Carduus tenuiflorus Curtis |
4.118 |
φϟ (590)
Texto provisional
κρίσσιον· [οἱ δὲ τρίγωνον, οἱ δὲ βούγλωσσυν μέγα καλοῦσιν, Ῥωμαῖοι σπίνα μόλλις.] ἁπαλὸν καυλίον ἐστίν, ὡς δίπηχυ, τρίγω νον τὸ κάτωθεν ἀκάνθιά τε ἐκ διαστήματος ἐπ᾽ αὐτῷ μαλακά· τὰ δὲ φύλλα βουγλώσσῳ ἐμφερῆ, δασέα μετρίως καὶ μικρότερα, ὑπόλευκα, ἀκανθώδη τοῖς πέρασι· τὸ δὲ ἀνωτάτω τοῦ καυλοῦ περιφερές, δασύ, καὶ ἐπ᾽ αὐτοῦ κεφάλια ἀκροπόρφυρα, ἐκπαππούμενα. ταύτης τὴν ῥίζαν Ἀνδρέας ἀναγράφει ὑπὲρ τὸν ἀλγοῦντα τόπον ἀναδεομένην παύειν κρισσῶν ἀλγήματα.