Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
ruda | pēganon óreinon πήγανον ὄρεινον |
Ruta graveolens L. |
3.45 |
fol. fol.
fol. fol.
τνθ (359)
Texto provisional
<περὶ πηγάνου· π>ήγανον [ὀρεινόν· οἱ δὲ ῥύτην ὀρεινήν, Ῥωμαῖοι ῥοῦτα μοντάνα. πήγανον κηπευτὸν· Ῥωμαῖοι
fol. fol.
Αἰγύπτιοι ἐπνουβού, Σύροι ἁρμαλά, οἱ δὲ βησσασά, Ἄφροι χουρμά.] τὸ ὄρειον καὶ ἄγριον τοῦ ἡμέρου δριμύτερον καὶ ἄθετον πρὸς βρῶσιν, τοῦ δὲ κηπευτοῦ ἐδωδιμώτερον τὸ παρὰ ταῖς συκαῖς φυόμενον. ἀμφότερα δὲ θερμαντικά, καυστικά, ἑλκωτικά, οὐρητικά, ἐμμήνων ἀγωγὰ ἐσθιόμενά τε καὶ πινόμενα κοιλίαν ἵστησι καὶ τῶν φθαρτικῶν φαρμάκων ἐστὶν ἀντίδοτος ὅσον ὀξύβαφον τοῦ σπέρματος ποθέντος μετ᾽ οἴνου· καὶ προβρωθέντα δὲ τὰ φύλλα καθ᾽ ἑαυτὰ καὶ μετὰ καρύων βασιλικῶν καὶ σύκων ξηρῶν ἄπρακτα καθίστησι τὰ θανάσιμα καὶ πρὸς ἑρπετὰ ἁρμόζει ὁμοίως λαμβανόμενα γονήν τε σβέννυσιν ἐσθιόμενον καὶ πινόμενον. {2} ἑψηθὲν δὲ σὺν ἀνήθῳ ξηρῷ καὶ ποθὲν στρόφους παύει· ποιεῖ δὲ καὶ πρὸς πλευρᾶς πόνον καὶ θώρακος, δύσπνοιαν, βῆχας, περιπνευμονίαν, ἀλγήματα ἰσχίων, ἄρθρων, ῥίγη περιοδικὰ πινόμενον ὡς προείρηται· καὶ πρὸς ἐμπνευματώσεις δὲ κόλου καὶ ὑστέρας καὶ ἀπευθυσμένου σὺν ἐλαίῳ ἑψηθὲν καὶ ἐνεθὲν πνίγας τε ὑστερικὰς λεῖον μετὰ μέλιτος κατὰ τοῦ αἰδοίου ἄχρι δακτυλίου ἐπιτεθὲν παραιτεῖται. {3} ἀποζεσθὲν δὲ σὺν ἐλαίῳ καὶ ποθὲν ἕλμινθας ἐκτινάσσει· καταπλάσσεται δὲ καὶ πρὸς ἄρθρων ἀλγήματα σὺν μέλιτι, σὺν δὲ σύκῳ πρὸς ὕδρωπας ὑποσαρκιδίους· καὶ πινόμενον δὲ βοηθεῖ τούτοις καθεψηθὲν ἐν οἴνῳ ἄχρις ἡμίσους. ἔστι δὲ καὶ ὀξυωπὲς ἐσθιόμενον ὠμὸν καὶ ταριχευτὸν καὶ τὰς ἐν ὀφθαλμοῖς περιωδυνίας σὺν ἀλφίτοις καταπλασθὲν πραΰνει, σὺν ῥοδίνῳ δὲ καὶ ὄξει κεφαλαλγοῦσι βοηθεῖ καὶ αἱμορραγίας τὰς ἐκ μυκτήρων λεῖον ἐντεθὲν ἵστησι. τὰς δὲ τῶν διδύμων φλεγμονὰς σὺν δάφνης φύλλοις καταπλασθὲν ὠφελεῖ καὶ τὰ ἐξανθήματα σὺν μυρσίνῃ κηρωτῇ· {4} σὺν νίτρῳ δὲ καὶ πεπέρει σμώμενον λευκὸν ἀλφὸν ἰᾶται, καταπλασθὲν δὲ μετὰ τῶν αὐτῶν θύμους καὶ μυρμηκίας αἴρει, ὠφελεῖ καὶ λειχῆνας σὺν μέλιτι καὶ στυπτηρίᾳ ἐπιτιθέμενον. ὁ δὲ χυλὸς ποιεῖ πρὸς ὠταλγίαν ἐν σιδίῳ θερμαινόμενος καὶ ἐγχεόμενος καὶ ἀμβλυωπίαις βοηθεῖ μετὰ μαράθου χυλοῦ καὶ μέλιτος ἐγχριόμενος ἐρυσιπέλατά τε καὶ ἕρπητας καὶ ἀχῶρας σὺν ὄξει καὶ ψιμυθίῳ καὶ ῥοδίνῳ καταχριόμενος, ἰᾶταί τε τὰς ἀπὸ σκόρδων καὶ κρομύων ὀσμὰς καὶ δριμύτητας παύει ἐπιμασηθέν. {5} τὸ δὲ ἄγριον πολὺ βρωθὲν κτείνει· ὑπὸ δὲ τὴν ἄνθησιν εἰς τὰς ἁλμεύσεις συλλεγόμενον φοινίσσει καὶ φυσᾷ τὸν χρῶτα σὺν κνησμῷ καὶ φλεγμονῇ σφοδρᾷ· δεῖ δὲ προαλειψαμένους τὸ πρόσωπον καὶ τὰς χεῖρας οὕτως συλλέγειν. φασὶ δὲ τὸν χυλὸν ἐπιρρανθέντα ὄρνιθι ἀπερύκειν τοὺς αἰλούρους. τὸ δ᾽ ἐν Μακεδονίᾳ φυόμενον παρὰ τὸν Ἁλιάκμονα ποταμὸν ἀναιρεῖν φασι βρωθέν· ὀρεινὸς δὲ ὁ τόπος ὑπάρχει
fol. fol.
καὶ ἐχιδνῶν πλήρης. τὸ δὲ σπέρμα αὐτοῦ πινόμενον πρὸς τὰ ἐντὸς ποιεῖ καὶ ἀντιδότοις μείγνυται
χρησίμως. [καὶ φρύξας δὲ τὸ σπέρμα αὐτοῦ δὸς πίνειν ἐπὶ ἡμέρας ζ΄τῷ ἐνουροῦντι καὶ παύσεται· ἡ δὲ ῥίζα αὐτοῦ λέγεται μῶλυ ὀρεινόν. τὸ οὖν ἅγριον πήγανον ὁμοῖοι τῷ ἡμέρῳ· πινόμενον δὲ ὠφελεῖ ἐπιληπτικοῖς καὶ ἰσχιαδικοῖς· κινεῖ δὲ καὶ καταμήνια, τὰ δὲ ἔμβρυα φθείρει· δριμύτερον δέ ἐστι τοῦ ἡμέρου καὶ τῇ ἐνεργείᾳ δυνατώτερον. οὐ δεῖ δὲ τὴν ἀγρίαν ἐσθίειν, διότι ἐπιβλαβής ἐστιν.]