Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
rubia de tintes | erythródanon ἐρυθρόδανον |
Rubia tinctorum L. Rubia peregrina L. |
3.143 |
υνθ (459)
Texto provisional
ἐρυθρόδανον [οἱ δὲ ἐρευθέδανος ῥίζα, οἱ δὲ τεύθριον, οἱ δὲ δάρκανος, οἱ δὲ κιννάβαρις, Ῥωμαῖοι ῥούβια σατίβα, Θοῦσκοι λάππα μίνορ, Αἰγύπτιοι σωφοβί], ἔνιοι δὲ τεύθριον καλοῦσι. ῥίζα ἐστὶν ἐρυθρά, βαφική· ἡ μέν τις ἀγρία, ἡ δὲ σπαρτή, ὡς ἐν Ῥαβέννῃ τῆς Ἰταλίας μεταξὺ ἑλῶν ὠφελίμως σπείρεται διὰ τὸ γίνεσθαι ἐκ τούτου πλείστην πρόσοδον. εἰσὶ δὲ αὐτοῦ οἱ καυλοὶ τετράγωνοι, μακροί, τραχεῖς, ὅμοιοι τοῖς τῆς ἀπαρίνης κατὰ πάντα, μείζονες δὲ καὶ ῥωμαλεώτεροι, ἔχοντες ἐκ διαστημάτων τὰ φύλλα καθ᾽ ἕκαστον γόνυ ὥσπερ ἀστέρας ἐν κύκλῳ περικείμενα, καρπὸν στρογγύλον, τὰ πρῶτα χλωρόν, εἶτα ἐρυθρόν, πεπαινόμενον δὲ μέλανα· {2} ῥίζα λεπτή, μακρά, ἐρυθρά, διουρητική, ὅθεν ἰκτερικοῖς μετὰ μελικράτου πινομένη βοηθεῖ ἰσχιαδικοῖς τε καὶ παραλελυμένοις· ἄγει δὲ καὶ οὖρα πολλὰ καὶ παχέα, ἔσθ᾽ ὅτε δὲ καὶ αἷμα· λούειν μέντοι δεῖ καθ᾽ ἡμέραν τοὺς πίνοντας· θηριοδήκτοις τε βοηθεῖ ὁ καυλὸς μετὰ τῶν φύλλων ποθείς· ὁ δὲ καρπὸς μετ᾽ ὀξυμέλιτος πινόμενος σπλῆνα τήκει. προστεθεῖσα δὲ ἡ ῥίζα ἄγει ἔμμηνα καὶ ἔμβρυα, θεραπεύει δὲ καὶ ἀλφοὺς λευκοὺς μετ᾽ ὄξους καταχριομένη.