Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
amapola macho | argemōnē ἀργεμώνη |
Papaver argemone L. |
2.177 |
τϚ (306)
Texto provisional
ἀργεμώνη·[οἱ δὲ οἰνώνη, οἱ δὲ ἀνθεμίς, οἱ δὲ ὁμόνοια, οἱ δὲ ἄνθος πεδινόν, Ῥωμαῖοι λιβούρνια, οἱ δὲ κογκορδιάλις, οἱ δὲ φερράρια, Γάλλοι κόρνα. ἡ ἀργεμώνη παρέοικε μὲν ἀγρίᾳ μήκωνι καὶ ἀνεμώνῃ, διακρίνεται δὲ τῷ τὴν κεφαλὴν ἔχειν ἄνωθεν ὑπόπλατυν, ἄνθη μὴ οὕτως εἶναι φοινικᾶ καὶ ῥίζαν ἔχειν στρογγύλην, ἐξ ἧς ἀνίεται κροκίζοντα τὸν ὀπὸν δριμύν. ποιεῖ πρὸς ἀποκάθαρσιν ἀργέμου καὶ νεφελίου, καὶ φλεγμονὰς παρηγορεῖ τὰ φύλλα καταπλασσόμενα.] ὅλον μέν ἐστιν ὅμοιον ἀγρίᾳ μήκωνι, τὸ δὲ φύλλον ἀνεμώνῃ ἔχει ὅμοιον, ἐσχισμένον, ἄνθος φοινικοῦν, κεφαλὴν δὲ ἐοικυῖαν μήκωνι ῥοιάδι, ἐπιμηκεστέραν δὲ καὶ πλατεῖαν κατὰ τὰ ἄνωθεν μέρη, ῥίζαν στρογγύλην· ὀπὸν δὲ ἀνίησι κροκίζοντα, δριμύν. καθαίρει δὲ ἄργεμα καὶ νεφέλια, καὶ φλεγμονὰς παρηγορεῖ τὰ φύλλα καταπλασσόμενα.