Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
litargirio | lithárgyros λιθάργυρος |
- | 5.87 |
fol. fol.
ψνζ (757)
Texto provisional
<περὶ λιθαργύρου·> λιθάργυρος· ἡ μέν τις ἐκ τῆς μολυβδίτιδος καλουμένης ἄμμου γεννᾶται, χω-
νευομένης ἄχρι τῆς τελείας ἐκπυρώσεως, ἡ δὲ ἐξ ἀργύρου ἡ δὲ ἐκ μολύβδου. διαφέρει δὲ ἡ Ἀττική, δευτερεύει δὲ ἡ Σπάνη, μεθ᾽ ἃς ἡ ἐν Δικαιαρχίᾳ καὶ Σικελίᾳ· πλείστη γὰρ ἐν τοῖς τόποις <τούτοις> γεννᾶται μολυβῶν ἐλασμάτων ἐκφλογουμένων. {2} καλεῖται δὲ ἡ μὲν ξανθὴ καὶ στίλβουσα χρυσῖτις, ἥτις ἐστὶ κρείττων, ἡ δὲ πελιὰ ἀργυρῖτις, ἡ δὲ ἐκ τοῦ ἀργύρου σκαλαυθρῖτις. δύναμιν δὲ ἔχει στυπτικήν, μαλακτικήν, ψυκτικήν, παρεμπλαστικήν, κοιλωμάτων πληρωτικήν, σταλτικὴν τῶν ἐκσαρκούντων καὶ ἀπουλωτικήν. {3} καύσεις δὲ αὐτὴν οὕτως· κατακόψας εἰς καρύων μεγέθη <καὶ> ἐπιθεὶς ἐπ᾽ ἄνθρακας, ἐκριπίσας τε ἄχρι πυρώσεως καὶ περιμάξας τὴν περικειμένην ἀκαθαρσίαν ἀποτίθεσο. ἔνιοι δὲ ὄξει ἢ οἴνῳ σβεννύντες αὐτὴν ἐπὶ τρὶς πάλιν καίουσι, καὶ ταῦτα ποιοῦντες ἀποτίθενται. πλύνεται δὲ ὡς ἡ καδμεία. {4} λευκαίνεται δὲ οὕτως· λαβὼν τῆς ἀργυρίτιδος λεγομένης, εἰ δὲ μή γε, τῆς ἄλλης θραῦσον εἰς μεγέθη κυάμων ὅσον χοίνικα Ἀττικήν, βαλών τε εἰς καινὴν χύτραν ἐπίχει ὕδωρ, προσεμβάλλων πυρῶν λευκῶν χοίνικα. καὶ ἰδίᾳ ἐν ὀθονίῳ καθαρῷ ἀραιῷ κριθῶν δράκα <δήσας> ἀπὸ τοῦ ὠτὸς τῆς κύθρας κρέμασον, ἕψε τε, ἕως ἂν ῥαγῶσιν αἱ κριθαί. {5} εἶτα κατεράσας πάντα εἰς κρατῆρα πλατύστομον, τοὺς μὲν πυροὺς ῥῖψον χωρίσας, τὴν δὲ λιθάργυρον ἐπιχέας ὕδωρ πλῦνε βιαίως ταῖς χερσὶ προστρίβων ἅμα, εἶτα ἀνελόμενός τε αὐτὴν καὶ ξηράνας τρῖβε ἐν θυίᾳ Θηβαικῇ ἐπιχέων θερμὸν ὕδωρ, ἕως ἂν διαλυθῇ, καὶ ἀπηθήσας τὸ ὕδωρ πάλιν τρῖβε δι᾽ ὅλης τῆς ἡμέρας· εἰς ἑσπέραν δὲ ἐπιχέας ὕδωρ θερμὸν ἔασον, καὶ πρωὶ ἀπηθήσας ἄλλο ἐπίχει καὶ ἀπήθει τῆς ἡμέρας τρίς· τοῦτο ποίει ἐπὶ ἡμέρας ἑπτά. {6} εἶτα μείξας τῇ μνᾷ τῆς λιθαργύρου ἁλῶν ὀρυκτῶν < ε', θερμόν τε παραχέων λέαινε τρὶς τῆς ἡμέρας, ἀπηθῶν καὶ μειγνὺς ὕδωρ. ὅταν δὲ λευκὴ γένηται, θερμὸν ἐπιχέων τὸ αὐτὸ ποίει, ἄχρι ἂν μηδεμίαν ἔμφασιν ἁλυκότητος ἔχῃ, καὶ ξηράνας <ἐν> ὀξυτάτῳ ἡλίῳ προεκβάλλων τὴν ἰκμάδα ἀποτίθεσο. {7} [εἰ δὲ μὴ, μνᾶν μίαν] [1] λαβὼν
fol. fol.
τῆς ἀργυρίτιδος μνᾶν μίαν λέανον ἐπιμελῶς, καὶ τρίψας μεῖξον ἁλῶν τριπλάσιον λείων ὀρυκτῶν, καὶ βάλε εἰς καινὴν χύτραν, ἐπιχέας τε ὕδωρ ὥστε ὑπερέχειν κίνει ἑκάστης ἡμέρας πρωὶ καὶ δείλης, προσεπιχέας ὕδωρ μηδὲν τοῦ πρώτου ἀποχέων, καὶ ποίει τοῦτο ἐπὶ ἡμέρας τριάκοντα· μὴ κινουμένη γὰρ ἀποστρακοῦται. {8} μετὰ δὲ ταῦτα ἀποχέας πραέως τὴν ἅλμην, ἐν Θηβαικῇ θυίᾳ τὴν λιθάργυρον λέαινε, καὶ βαλὼν αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον ἐπιχέας τε ὕδωρ κίνει ταῖς χερσὶν ἐπιμελῶς, ἀποχέων τὸ πρῶτον καὶ ἕτερον ἐπιχέων, ἄχρι οὗ ἂν μηδεμίαν ἔμφασιν τῆς ἁλυκότητος ἔχῃ· εἶτα ἀποχέας τὸ λευκὸν τῆς λιθαργύρου εἰς ἄλλο ἀγγεῖον ἀνάπλασσε τροχίσκους καὶ ἀπόθου εἰς μολυβῆν πυξίδα. {9} οἱ δὲ καταθραύσαντες εἰς μεγέθη κυάμων τὴν λιθάργυρον καὶ βαλόντες εἰς χοίρειον κοιλίαν ὠμὴν ἕψουσιν ἐν ὕδατι, ἄχρι οὗ ἂν τακερωθῇ τὸ σπλάγχνον, εἶτα ἐξελόντες καὶ μετὰ ἴσων ἁλῶν τρίψαντες πλύνουσιν, ὡς προείρηται. ἔνιοι δὲ ἁλῶν λίτραν μίαν καὶ λιθαργύρου τοσοῦτο τρίβουσιν ἐν ἡλίῳ μεθ᾽ ὕδατος συνεχῶς ἀποχέοντες, ἄχρι ἂν λευκὴ γένηται. {10} ἢ καὶ οὕτως· λαβὼν τῆς λιθαργύρου ὅσον ἂν θέλῃς καὶ <ἐν>εἰλήσας ἐρίοις λευκοῖς κάθες εἰς κεραμεᾶν καινὴν χύτραν, ἐπιδούς τε ὕδωρ καὶ κυάμων καθαρῶν καὶ νέων δράκα μίαν ἕψε· ὅταν δὲ οἱ κύαμοι διαρραγῶσι τό τε ἔριον μελανθῆ, ἐξελὼν τὴν λιθάργυρον καὶ ἑτέρῳ ἐνειλήσας ἐρίῳ ἐκ δευτέρου ἕψε, καθαρὸν ἐπιδοὺς ὕδωρ κυάμων τε τὸ ἴσον πλῆθος. {11} καὶ τὰ αὐτὰ ποίει τοῖς προειρημένοις τρίτον καὶ καθόλου, ἕως τὸ ἔριον μηκέτι βάπτηται, λοιπὸν κατεράσας εἰς θυίαν πρὸς δραχμὰς π Ἀττικὰς τῆς λιθαργύρου μεῖξον ἁλὸς ὀρυκτοῦ λίτραν μίαν καὶ λέαινε· διαλιπὼν δὲ ἐπίδος νίτρου ὡς λευκοτάτου διειμένου μεθ᾽ ὕδατος ὁλκὰς μζ καὶ πάλιν τρῖβε, ἄχρι ἂν ἡ λιθάργυρος ἱκανῶς λευκὴ γένηται, οὕτως τε κατεράσας αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καὶ προσεπιχέας δαψιλὲς ὕδωρ ἐάσας τε καταστῆναι, τὸ μὲν ἀπήθησον, ἕτερον δὲ ἐπιδοὺς ὕδωρ καὶ ταῖς χερσὶν ἀναταράξας πάλιν ὑποστῆναι ἄφες καὶ ἀπήθησον. {12} ἐναλλὰξ δὲ τὰ προειρημένα ποίει, ἕως καθαρὸν ἄγαν τὸ ἀπορρέον ὕδωρ καὶ γλυκὺ καὶ ἁλυκότητος ἀμέτοχον γένηται. ἐπὶ πᾶσιν δὲ κατεράσας αὐτὴν εἰς λοπάδα κεραμεᾶν καινήν, ἀπηθημένου παντὸς πράως τοῦ ὑγροῦ, θὲς ἐν ἡλίῳ ἐπὶ ἡμέρας τεσσαράκοντα ὑπὸ κύνα καὶ ξηράνας χρῶ. δοκεῖ δὲ ἡ πεπλυμένη ἁρμόζειν εἰς τὰ ὀφθαλμικὰ καὶ οὐλὰς ἀπρεπεῖς καὶ ἐρρακωμένα πρόσωπα καὶ σπίλων ἔμπλεα.