Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
sarcocola | sarkokólla σαρκοκόλλα |
Astragalus fasciculifolius Boiss. |
3.85 |
υα (401)
Texto provisional
σαρκοκόλλα· ἔστι δάκρυον δένδρου γεννωμένου ἐν τῇ Περσίδι, ἐοικὸς λιβανωτῷ λεπτῷ, ὑπόκιρρον, ἔμπικρον τῇ γεύσει. δύναμιν δὲ ἔχει κολλητικὴν τραυμάτων καὶ ἐφεκτικὴν τῶν ἐν ὀφθαλμοῖς ῥευμάτων· μείγνυται δὲ καὶ ἐμπλάστροις. δολοῦται δὲ κόμμεως αὐτῇ μειγνυμένου.