Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino de cedria | kedrítēs [oînos] κεδρίτης [οἴνος] |
- | 5.37 |
ψε (705)
Texto provisional
κεδρίτης δὲ γίνεται οὕτω· κεδρίαν πλύναντες ὕδατι γλυκεῖ διακλύζουσιν ἕκαστον κεράμιον κυάθῳ ἑνί, καὶ οὕτως πληροῦσι γλεύκους. θερμαντικὸς δὲ καὶ οὗτος γίνεται καὶ λεπτυντικός, βηχὶ παλαιᾷ ἁρμόζων δίχα πυρετῶν καὶ πόνοις θώρακος <καὶ> πλευρῶν, στρόφοις, ἕλκεσι τοῖς ἐν κοιλίᾳ καὶ ἐντέροις, ἐμπυικοῖς, ὑδρωπικοῖς, ὑστερικαῖς· ποιεῖ καὶ πρὸς ἕλμεις καὶ πρὸς ῥίγη, βοηθεῖ καὶ θηριοδήκτοις καὶ ἑρπετὰ κτείνει, ὠταλγίας τε ἐνσταζόμενος ἰᾶται.