Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
uva pasa | astaphís ἀσταφίς |
Vitis vinifera L. |
5.3.3 |
fol. fol.
χξθ (669)
Texto provisional
<περὶ σταφίδος·> τῆς δὲ σταφίδος [1] λεπτυκωτέρα [2] ἐστὶν ἡ λευκή.
ὠφελεῖ δὲ ἡ σὰρξ αὐτῶν ἐσθιομένη ἀρτηρίαν καὶ βῆχα, καὶ νεφροὺς καὶ κύστιν καὶ δυσεντερίαν σὺν τοῖς γιγάρτοις ἐσθιομένη καθ᾽ ἑαυτήν, μιγεῖσά τε ἀλεύρῳ κεγχρίνῳ καὶ ᾠῷ καὶ τηγανισθεῖσα μετὰ μέλιτος καὶ λαμβανομένη, εἴς τε ἀποφλεγματισμοὺς καθ᾽ ἑαυτὴν καὶ σὺν πεπέρει μασωμένη εὐθετεῖ, διδύμων τε φλεγμονὰς παύει καταπλασθεῖσα μετὰ ἀλεύρου κυαμίνου καὶ κυμίνου. ἐπινυκτίδας δὲ καὶ ἄνθρακας καὶ κηρία καὶ τὰς περὶ ἄρθρα σηπεδόνας καὶ γαγγραίνας χωρὶς <τῶν> γιγάρτων ἰᾶται λεία σὺν πηγάνῳ ἐπιτιθεμένη, πρός τε ποδάγραν
fol. fol.
ἁρμόζει μετὰ ὀποπάνακος καταπλασσομένη, καὶ ὄνυχας δὲ θᾶττον ἀφίστησι σαλευθέντας ἐπιπλασθεῖσα.