Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
araña | arákhnē ἀράχνη |
Epeira, Lycosa, ... |
2.63 |
ρϟβ (192)
περὶ ἀράχνης· ἀράχνη τὸ ζῷον, ὃ ὁλκὸν ἔνιοι ἢ λύκιον [1] καλοῦσι, συμμαλαχθεῖσα σπληναρίῳ καὶ ἐμπλασθεῖσα εἰς ὀθόνιον προστεθεῖσά <τε> τῷ μετώπῳ ἢ τοῖς κροτάφοις τριταικὰς περιόδους ὑγιάζει. τὸ δὲ ὕφος αὐτῆς ἐπιτιθέμενον αἷμα ἵστησι καὶ ἀφλέγμαντα τηρεῖ τὰ ἐπιπόλαια τῶν ἑλκῶν. ἔστι δὲ καὶ ἕτερον εἶδος ἀράχνης, κατασκευάζον τὸν ὑμένα λευκόν, πυκνόν, ὃ ἱστορεῖται ἐνδεόμενον εἰς κυστίδα καὶ περιαπτόμενον βραχίονι τεταρταικὰς περιόδους θεραπεύειν· συνεψηθὲν δὲ ῥοδίνῳ ὠταλγίαις βοηθεῖ ἐγχεόμενον.