Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
piedra índica | indikós líthos ἰνδικὸς λίθος |
- | 5.92 |
ψξβ (762)
Texto provisional
τοῦ δὲ λεγομένου Ἰνδικοῦ τὸ μὲν αὐτομάτως γίνεται, οἱονεὶ ἔκβρασμα ὂν τῶν Ἰνδικῶν καλάμων· τὸ δὲ βαφικόν ἐστιν ἐπανθισμὸς πορφύρας, ἐπαιωρούμενος τοῖς χαλκείοις, ὃν ἀποσύραντες ξηραίνουσιν οἱ τεχνῖται. ἄριστον δὲ ἡγητέον τὸ κυανοειδές τε καὶ ἔγχυλον, λεῖον. ἔστι δὲ τῶν ψυχόντων ἐλαφρῶς καὶ ῥυσούντων φλεγμονὰς καὶ οἰδήματα· ἀνακαθαίρει δὲ καὶ καταστέλλει ἕλκη.