Nombre Español | Nombre Griego | Nombre Científico | Libro/Sección |
---|---|---|---|
vino seco con miel | melitítēs oînos μελιτίτης οἴνος |
- | 5.7 |
χογ (673)
Texto provisional
ὁ δὲ καλούμενος μελιτίτης οἶνος δίδοται μὲν ἐν χρονίοις πυρετοῖς τοῖς ἀσθενῆ <τὸν> στόμαχον ἔχουσιν· ὑπομαλάττει γὰρ τὴν κοιλίαν, οὖρα κινεῖ, στόμαχον ἀποκαθαίρει, ἁρμόζει καὶ ἀρθριτικοῖς καὶ νεφριτικοῖς καὶ τοῖς ἀσθενῆ τὴν κεφαλὴν ἔχουσι· χρήσιμος δὲ καὶ γυναιξὶν ὑδροποτούσαις· εὐώδης γάρ ἐστι καὶ θρεπτικός. {2} διαφέρει δὲ τοῦ οἰνομέλιτος, ὅτι ἐκεῖνο μὲν ἐξ αὐστηροῦ οἴνου καὶ παλαιοῦ καὶ ὀλίγου μέλιτος σκευάζεται, ὁ δὲ μελιτίτης πρὸς πέντε χοεῖς αὐστηροῦ γλεύκους λαμβάνει μέλιτος χοῦν ἕνα καὶ ἁλὸς κύαθον ἔνα. σκευάζειν δὲ δεῖ ἐν μεγάλῳ ἀγγείῳ, ἵνα τόπον ἔχῃ πρὸς τὸ ὑπερζεῖν, παραπάσσοντας τοῦ προειρημένου ἁλὸς κατ᾽ ὀλίγον, ἄχρι ἂν ἐκζέσῃ· παυσαμένου δὲ καταγγίζειν εἰς κεράμια.